272
αὐτοῦ Ἀαρών. ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετακαλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο. ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ὀλετήριον πικρίαν. ὕστερον δέ, ἀφ' ἧς εἶχε λύσσης εἴς τινας ἄλλους ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός τε γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε. πάλιν δ' αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων. ὁ δὲ ἅμα τοῖς ὑπ' αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι «τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα». ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ' αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, οὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσε2.345 βῶν περιέστειλε. μετὰ τοῦτο οἱ ὑπ' αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτοις τοῖς ῥητοῖς ὑπαχθέντες οἷς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς. ὅτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἕνα θεὸν δοξάζειν, ἤκουε παρ' αὐτῶν φιλαλήθως ὅτι ἕνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ' ὡς οἴδαμεν δικαίως δοξάζειν· καὶ ἕνα Χριστὸν ἔχομεν, ἀλλ' ὡς οἴδαμεν ἕνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανόν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἃ καὶ ἐπιστάμεθα. 2. Ἐκ τούτου οὖν Νοητιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ' αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ' ὧν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν «ἐγὼ θεὸς τῶν πατέρων ὑμῶν· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» καὶ τὰ ἑξῆς. ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα ὁ αὐτός ἐστι θεὸς ὁ ἀεὶ ὢν καὶ νῦν ἐλθών· ὡς λέγει ἡ γραφή «οὗτος ὁ θεός σου, 2.346 οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». ὁρᾷς, φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ἄλλον θεὸν ἡγεῖσθαι, φάσκουσα ὅτι αὐτὸς θεός ἐστι ὁ μόνος ὢν καὶ αὐτὸς ὕστερον ὀφθείς; πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἕνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν γενόμενον ἐμφανῆ; καὶ ὁμολογουμένως εἷς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν. καὶ τούτου ἕνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἕνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἵνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταύτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μανίαν. Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὅτι «καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις 2.347 φάσκων· ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ