273
σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγησάμενος, οὗτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτύπως. τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος. οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὗτος ὁ Νόητος καὶ οἱ ἀπ' αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι. 3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεύματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται. τόλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ' ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες. πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ' οὗπερ γεγέννηται. εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ. ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὗτοι δοξάζουσιν, ἀλλ' ὡς ἡ ἀλήθεια διὰ θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ὃν ἠγάπησεν ἡ 2.348 ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ' αὐτῷ». καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι φύσει υἱόν, ἐφ' ᾧ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν. εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ λέγων «πάτερ, δόξασόν με» οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἦλθε φωνὴ ἀπ' οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε», οὐδὲ πάλιν «γέγονα υἱός», ἀλλὰ «οὗτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ τῷ εἰπεῖν «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν», οὐκ εἶπεν «ἐγὼ καὶ ὁ πατήρ μου εἷς εἰμι», ἀλλά «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν». τὸ δὲ «ἐγὼ καὶ ὁ πατήρ», ὄντος τοῦ ἄρθρου τοῦ «ὁ» καὶ τοῦ «καί» ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν. 4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας». πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό «ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται». οὐκ εἶπεν «ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι», ἀλλὰ ἀπὸ τοῦ «ἐγώ» καί «ἐκεῖνος» ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν «τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ ἐμοῦ λαμβάνον», ἵνα δείξῃ ἐνυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ' αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ἐνδυσαμένου σῶμα. διὰ δὲ τὸ μὴ νομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν 2.349 υἱόν, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ὀπτάνεσθαι φύσει ἐνυπόστατον τὸ πνεῦμα. πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἡ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἢ ἔμφασιν, ἄρα γοῦν ἐκβλητέαι εἰσὶν αἱ γραφαί, αἱ πάντῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι προσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως. τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας,