274
πατέρα παντοκράτορα, ἐξ οὗπερ ὁ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημένος ἀληθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως; διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν», τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης. ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πνεῦμα τοῦ Χριστοῦ. διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀληθείας πατήρ, πατὴρ τέλειος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης μία δεσποτεία μία κυριότης. διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἱ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὁμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος. καὶ διέπεσεν ἐκ πανταχόθεν ὁ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν τούτων εἰρημένων καὶ ἀντιθέτως πρὸς τὰς τοῦ προειρημένου Νοήτου φωνάς, σκοπεῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν. 2.350 5. Πρῶτον μὲν οὖν ἐπειδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' ὃν τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ», οὐχ ὁρᾷς ὅτι λέγων «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», πῶς τὴν μίαν ἀρχὴν σημαίνει, ἵνα μὴ εἰς πολλὰς ἀρχὰς τρέψῃ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ πάλιν τὸν πλανηθέντα νοῦν τῶν ἀνθρώπων ἐπὶ τῇ κενοφωνίᾳ τῆς πολυθεΐας; ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καὶ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τὸν αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν υἱόν, ἀλλὰ ἔδειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸν υἱὸν ἀληθῶς, ἐπειδὴ τῷ εἰπεῖν «εἷς θεός» ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς ἔλεγεν εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπειδὴ δὲ κύριος, καὶ θεός, ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐναργῶς ἕνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν. Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπειδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τῆς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα. ὀνομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπειδὴ εἶπεν «εἷς θεός», περὶ πατρός. «ἐξ οὗ τὰ πάντα», ἠρνήσατο αὐτὸν τὸ εἶναι κύριον· οὐδὲ πάλιν ἐπειδὴ εἶπε «καὶ εἷς κύριος Ἰησοῦς Χριστός», ἠρνήσατο εἶναι αὐτὸν θεόν, ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων «εἷς θεός», σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος. οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ «εἷς κύριος»· σὺν δὲ τῷ «εἷς κύριος» σύνεστι καὶ τὸ θεός. λέγων οὖν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὡς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν 2.351 ἑαυτῶν ποιήσασθαι. ἄρα οὖν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα ἢ δι' ὃν τὰ πάντα», καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα Χριστοῦ. 6. Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ τό «σὺ εἶ θεός, καὶ οὐκ ᾔδειμεν» καὶ σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». λέξει δέ, «οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν. ἐκ τῶν τοσούτων ῥητῶν, ὧν