275
ὑπεδείξαμεν», οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περὶ πόδα φθέγγεται οὔτε καθ' εἱρμὸν διηγεῖται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί νοοῦσιν. ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων ἐπιτιθέασιν καὶ τοὺς μηδὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας τινὲς ὠνόμασαν, οὕτως καὶ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ, Νοήτου ἔχων ὄνομα, ἀνόητος ὑπάρχει καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολουθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ 2.352 πληροῦσθαι ἐπ' αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». 7. Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἔφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει ἡ ἀρχὴ τοῦ κεφαλαίου· ὅθεν καὶ δεικτέον ἐστὶ περὶ τῆς πάσης ἐν αὐτῷ τῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως ὅτι «ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα, φησί, τὴν γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ». εἶτα λοιπόν «ἐκοπίασεν Αἴγυπτος καὶ ἡ ἐμπορία Αἰθιόπων» καὶ τὰ ἑξῆς «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν». ἐν τίνι δὲ φαίημεν ἀλλ' ἢ ἐν τῷ πατρῴῳ Λόγῳ; καὶ γὰρ ἀληθῶς θεὸς Λόγος ὁ υἱὸς καὶ ἐν αὐτῷ ὁ πατὴρ γινώσκεται, ὡς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» καί «ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς». εἶτα πάλιν «ἐγὼ ἤγειρα βασιλέα». οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀληθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν 2.353 ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως; ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὁ ἅγιος ἀπόστολος φάσκων «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν», ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ «ἐγὼ ἤγειρα βασιλέα», καὶ ὧδε· «ὁ ἐγείρων Χριστὸν ἐκ νεκρῶν». τὸ δέ «ἐν σοὶ θεός ἐστιν» δείκνυσιν, ὡς μυστηριωδῶς τὰ πάντα καὶ θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ κατοικοῦσα προεωρᾶτο καὶ προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἡ θεότης. ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἁγίᾳ καὶ ἐν ναῷ ἁγίῳ τουτέστιν ἐν τῇ ἁγίᾳ ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἁγίῳ λέγει «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ ὁ θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἕνα τελέσας, ὡς λέγει «ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ». 2.354 8. Τί οὖν ἐρεῖ Νόητος ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; δῆλον ὅτι οὐκ ἦν. πῶς οὖν ὁ καταβὰς ἐξ οὐρανοῦ αὐτός ἐστιν καὶ ὁ ἀναβάς; ἀλλ' ἵνα τὸν ἐλθόντα Λόγον σημάνῃ οὐ κάτωθεν ὄντα, ἀλλ' ἄνωθεν κατελθόντα, ἐπειδὴ ἐνηνθρώπησε ἐν σαρκί, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἐκ πνεύματος δὲ καὶ σαρκὸς τελειώσας τὴν αὐτοῦ οἰκονομίαν, διὰ τοῦτο μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἐνανθρωπήσεως φάσκει τὸν ἄνωθεν ἥκοντα ἄνω ἀνιέναι ἐν τελειώσει θεότητος. καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ,