276
ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθένου, ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὃς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ. τί οὖν ἦν ὁ ἐν οὐρανῷ ἀλλὰ ὁ Λόγος ὁ ἀπ' οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ ἐν οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος. Λόγος γὰρ ἦν, θεὸς ἦν ἀεί, πνεῦμα ἦν, δύναμις ἦν, ὃς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώπου, υἱὸς ὢν θεοῦ· καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ ∆ανιὴλ ἔφη «εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν». διὸ δικαίως ἐν οὐρανῷ ὄντα τῷ ὀνόματι τούτῳ τὸν Λόγον, ὃν εἶδε πνεύματι 2.355 ἁγίῳ, ὁ προφήτης υἱὸν ἀνθρώπου ἐκάλει, τὸ μέλλον πρὶν γενέσθαι ἀναθεωρῶν καὶ πρὶν τοῦ ἐν σαρκὶ γενέσθαι υἱὸν ἀνθρώπου ἀποκαλῶν. διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ μονογενὴς φάσκει «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου»· οὐχ ὅτι δὲ ἄνω ἦν σάρξ, ἀλλὰ ὅτι ἄνωθεν κατήρχετο, τούτῳ τῷ ὀνόματι μέλλων καλεῖσθαι. 9. Ἀλλὰ τί ἐστιν ὃ ἐρεῖς. ὦ οὗτος, ὅτι «οὗτος, φησίν, ὁ θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἄλλος». καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». θαυμαστῶς δὲ διηγεῖται· οὗτος γὰρ ὁ ὢν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός. οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει «ὁ ὢν ἀπ' ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ». καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», καὶ τὸν πατέρα ἀκριβῶς ὑπετίθετο. ἐπὶ πάντας μὲν οὖν ὢν θεός, 2.356 ἔχων δὲ ἴδιον αὐτοῦ πατέρα, * ἐν τῷ λέγειν «ἀπέρχομαι πρὸς τὸν πατέρα». εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε; 10. Ἢ γὰρ πάλιν λέγει «ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;» ἀεὶ γὰρ ἡ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεις τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείας ὁδόν. καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶναι τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομίζει καὶ ἄλλαι αἱρέσεις, λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· πρὸς δὲ τοὺς νομίζοντας τὸν αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», λέγει «ποίησον αὐτοὺς ἵνα ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν. πῶς γὰρ ἠδύνατο Πέτρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἓν ὡς κατὰ συναλοιφήν; ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον 2.357 τῆς ἀληθείας ἐπανισταμένην *· * Φίλιππος δὲ ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι «δεῖξον ἡμῖν τὸν πατέρα σου». ὁ δὲ εἶπεν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ πατήρ», ἀλλὰ τῷ «ἐμέ» σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ «ἑώρακε τὸν πατέρα», οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό «τὸν πατέρα» καὶ ἄλλο τό «ἐμέ» καὶ ἄλλο τό «ἐγώ», καὶ ἕτερον τό «ἐμέ». εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν «ἐγώ εἰμι»· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν. ∆ιὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης ἐνταῦθα λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἵρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακίτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον