277
κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες τε ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας, ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν. 2.358 Κατὰ Οὐαλησίων ˉλˉη, τῆς δὲ ἀκολουθίας ˉνˉη. 1. Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που, τίς ἢ πόθεν ὡρμᾶτο ἢ τί λέγων ἢ νουθετῶν ἢ φθεγγόμενος ὑπῆρχεν ὁ Οὐάλης οὗτος. καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον τινὰ ὑπόνοιαν ἡμῖν δίδωσι διανοηθῆναι τοῦτον καὶ τὴν αὐτοῦ αἵρεσιν εἰσέτι δεῦρο φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηνῆς χώρας πέραν τοῦ Ἰορδάνου. καὶ οἱ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γνωστικῶν· ἕτερα γὰρ τούτων τὰ φρονήματα. τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτον ἔχει τὸν τρόπον. Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι. καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ' ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη, ἐμψύχων οὐ μεταλαμβάνει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἢ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦν μεταλαμβάνει ὡς ἤδη πεπαυμένος ἀγῶνος καὶ μηκέτι ἐπικίνδυνος ὢν εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας. οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξένους παρερχομένους καὶ παρ' αὐτοῖς ἐπιξενωθέντας ταύτῃ διέθεντο τῇ ἀγωγῇ, ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος. ἁρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον καὶ ὀπίσω ἐπὶ συμψελίοις δήσαντες μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως. καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις, καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐνομίσαμεν ταύτην εἶναι. 2.359 2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό «ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν», πῶς δύναται ἐν βασιλείᾳ τινὰ εἶναι ἠκρωτηριασμένον; εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ' ὁπότερον αὐτῶν καταλειφθήσεται. καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπότερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν. τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; «ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια». τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν; εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσερχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων; εἰ δὲ ἐγείρεται τὸ σῶμα ἐγείρεται γάρ, πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ; εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν. 3. Οἱ δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον εὔτολμοι ἀπὸ πάντων ἑαυτοὺς ἠθέτησάν τε καὶ ἀπηλλοτρίωσαν. οὔτε γὰρ ἔτι ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν.