279
οὐ γὰρ κατὰ θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ κυρίῳ θεῷ ἀντέστη ὁ τοιοῦτος. ἐπιθυμίᾳ δὲ περισσοτέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας, ἀλλὰ * μὴ δυνάμενος τὴν ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει «ἐπιθυμία εὐνούχου ἀποπαρθενεῦσαι 2.363 νεάνιδα». καὶ ἐκ πανταχόθεν * ὦ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ πολυτρόπως ἐπινενοημένης. Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. διὸ καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες καὶ ὡς ἔφην ὑπονοήσαντες εἶναι τούτους τοὺς προειρημένους, καταλιπόντες τοὺς αὐτοὺς καὶ καταγελάσαντες αὐτῶν ὥσπερ σκορπίου δικέντρου τοῖς μὲν κέρασι καὶ χηλαῖς ἀπὸ τῶν ἀνέκαθεν τῶν πατέρων βίοις ἐναντιωθέντος, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀνθισταμένου, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους καὶ καταγελάσαντες, τουτέστιν διὰ τῶν ῥητῶν τοῦ εὐαγγελίου, κατὰ τὸ ἔθος ἐπὶ τὰς μετέπειτα βαίνοντες ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας. Κατὰ Καθαρῶν τῶν ἀκαθάρτων ˉλˉθ, τῆς δὲ ἀκολουθίας ˉνˉθ. 1. Καθεξῆς δὲ τούτων Καθαροί τινες λεγόμενοι ἐφύησαν, ἀπὸ Ναυάτου τινός, ὡς πολὺς ᾄδεται λόγος. οὗτος δὲ ὁ Ναυάτος ἐπὶ τῆς Ῥωμαίων ὑπῆρχεν, ἐν καιρῷ τοῦ διωγμοῦ τοῦ πρὸ τοῦ Μαξιμιανοῦ γενομένου πρώτου· τάχα δὲ οἶμαι ∆εκίου τότε ἦν ἢ Αὐρηλιανοῦ. ἀπὸ δὲ τῆς προφάσεως τῶν ἐν τῷ διωγμῷ παραπεσόντων 2.364 ἐπάρματι ἀρθεὶς ἅμα τοῖς αὐτῷ ἑπομένοις μὴ θελήσας κοινωνῆσαι τοῖς μετανοοῦσιν ἀπὸ τοῦ διωγμοῦ, εἰς αἵρεσιν τοιαύτην τέτραπται, λέγων μὴ εἶναι αὐτοῖς σωτηρίαν, ἀλλὰ μίαν μετάνοιαν, μετὰ δὲ τὸ λουτρὸν μηκέτι δύνασθαί τινα ἐλεεῖσθαι παραπεπτωκότα. Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν καὶ διὰ λουτροῦ παλιγγενεσίας ταύτην γίνεσθαι τὴν σωτηρίαν, ἀλλ' οὐκ ἀναιροῦμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν, εἰδότες τὸ κήρυγμα τῆς ἀληθείας καὶ τὸν ἔλεον τοῦ δεσπότου καὶ τὸ σύγγνωστον τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκός, τὸ πολύβλυστον τῆς τῶν πάντων ἀνθρώπων αἰσθήσεως ἐν παραπτώμασιν, διότι «οὐδεὶς ἀναμάρτητος καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς.» καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· εἰ δέ τις παρέπεσεν, οὐκ ἀπόλλει τοῦτον ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. δίδωσι γὰρ καὶ ἐπάνοδον καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν. τῷ γὰρ Κάϊν εἶπεν ὁ θεός «ἥμαρτες, ἡσύχασον», καὶ τῷ παραλυτικῷ «ἰδού, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε», καὶ Πέτρον ἀνακαλεῖται ὁ κύριος μετὰ τὸ ἀρνήσασθαι καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς 2.365 αὐτὸν προκαλεῖται πρὸς ὁμολογίαν «ἀγαπᾷς με, Πέτρε; ἀγαπᾷς με. Πέτρε; ἀγαπᾷς με, Πέτρε;» καί φησι «ποίμαινε τὰ προβάτιά μου». 2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸ εἰρημένον «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν». καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. οὔτε γὰρ ἔτι γεννηθήσεται Χριστός, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν, οὔτε ἀνασταυροῦν δύναταί τις τὸν υἱὸν τοῦ θεοῦ τὸν μηκέτι σταυρούμενον, οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμβάνειν· ἓν γάρ ἐστι τὸ βάπτισμα καὶ εἷς ὁ ἐγκαινισμός. ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος ἀπόστολος, τὴν ἐκκλησίαν ἰατρεύων καὶ τῶν αὐτῆς μελῶν ἐπιμελόμενος, καί φησι «πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου ὑμῶν». καὶ ὁρᾷς πῶς μὲν τὸν ἐγκαινισμὸν μὴ δύνασθαι