280
δεύτερον γενέσθαι τελείως ἀπεφήνατο, τῆς δὲ σωτηρίας οὐκ ἀπέτεμεν τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχόμενα καὶ θεὸν ἀντιλήπτορα, τῆς ἀγαθοεργίας αὐτῶν χάριν, τὸν κύριον ἔδειξε τῶν καὶ ἀπὸ παραπτωμάτων τελειότατα μετανοούντων καὶ ἐπιστρεφόντων καὶ μεταμελομένων. ∆έχεται οὖν ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ θεοῦ τὴν χάριν καὶ φιλανθρωπίαν μὴ ἀνακόπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως. ὡς γὰρ ὁ τὴν παρθενίαν ἀπολέσας ἀδυνάτως ἔχει ταύτην ἀνακτήσασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως, οὕτω καὶ ὁ ἀπὸ τοῦ 2.366 λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσών· καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει, οὕτω καὶ ὁ μετὰ τὸ λουτρὸν ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν τὴν μεταμέλειαν, οὐ τοιαύτην ἐνάρετον κατὰ τὴν πρώτην, οὐκ ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν ἣν κέκτηται. οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν τῇ μετανοίᾳ καμνόντων. 3. Ἔπειτα δὲ οἱ αὐτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκτήμεθα, πίστιν λέγουσιν ἔχειν· οὗτοι δὲ οὐ βούλονται διγάμοις κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι. καὶ τὸ πᾶν ἐστιν ἠλίθιον. ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὕδασι δῴη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσποριζομένων τὴν ἐπιστήμην, νομίζων δὲ ἁπλῶς τὸ ὕδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα τῶν ἰδίων χειρῶν· ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος ἔργα ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου· ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάζων, ἁλοὺς δὲ οὗτος αὐτὸς δίκην δώσει, μὴ εἰληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων καὶ ὅτι τὴν ἴσην ἐνόμιζεν κατὰ πάντων ἐξιέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νό2.367 μων, ἑαυτὸν δὲ ἐν τῇ ἀδικίᾳ διὰ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακολουθησίας ἔκδοτον ἀπωλείας παρασκευάσας, -οὕτω καὶ οὗτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νοήσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν ἡ τῆς θείας γραφῆς παράδοσίς τε καὶ ἀκολουθία. 4. Τὰ γὰρ εἰς τὴν ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εἰς πάντας ἐνόμισαν ἴσως φέρεσθαι. ἀκηκοότες γὰρ ὅτι «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, ἐγκρατῆ», «ὡσαύτως καὶ τὸν διάκονον» καὶ τὸν πρεσβύτερον, τὸν ὅρον τῶν ταγμάτων οὐκ ἐνόησαν. καὶ γὰρ τῷ μὲν ὄντι οὐ δέχεται εἰς ἱερωσύνην τὸ ἅγιον τοῦ θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν οὐδὲ τοὺς ἀπὸ πρώτου γάμου τελευτησάσης τῆς αὐτῶν γυναικὸς δευτέρῳ γάμῳ συναφθέντας, διὰ τὸ ὑπερβάλλον τῆς τιμῆς τῆς ἱερωσύνης· καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται. ἀλλὰ καὶ τὸν ἔτι συμβιοῦντα καὶ τεκνογονοῦντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα διάκονόν τε καὶ πρεσβύτερον καὶ ἐπίσκοπον καὶ ὑποδιάκονον, μάλιστα ὅπου ἀκριβεῖς κανόνες οἱ ἐκκλησιαστικοί. Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν