282
πυρὶ ἀποκαλύπτεται». 6. Οὔτε οὖν ἐπαγγελλόμεθα ἐλευθερίαν παντάπασι τοῖς μετὰ τὸ βάπτισμα παραπεπτωκόσιν οὔτε ἀπαγορεύομεν τὴν αὐτῶν ζωήν· θεὸς γὰρ «ἐλεήμων ἐστὶν καὶ οἰκτίρμων», καὶ «ἔδωκε τοῖς μετανοοῦσιν ἐπάνοδον». καὶ τὸ μὲν πρῶτόν ἐστι σαφές, τὸ δὲ δεύτερον οἴδαμεν ὅτι ἐλεήμων ἐστὶν θεός, ἐὰν ἐξ ὅλης ψυχῆς μετανοήσωμεν ἀπὸ παραπτωμάτων. ἔχει γὰρ ἐν χειρὶ ζωὴν καὶ σωτηρίαν καὶ φιλανθρωπίαν. καὶ τί μὲν αὐτὸς ποιεῖ αὐτῷ μόνῳ ἔγνωσται, πλὴν ὅτι ζημία οὐκ ἔνι ἀπὸ τῆς μετανοίας οὐδὲ ἀπηγόρευται ὁ μετανοῶν ἀπὸ πάντων σφαλμάτων. πόσῳ γε μᾶλλον ὁ κατὰ νόμον συναφθεὶς δευτέρᾳ γυναικί; καὶ ἡ μὲν πρώτη γυνὴ ἐκ θεοῦ τεταγμένη, ἡ δὲ δευτέρα ἐξ ἀσθενείας ἀνθρώπων, καὶ ἔτι περισσοτέρᾳ εἰ συναφθείη, τὸ ἀσθενὲς ἀεὶ 2.371 διαβαστάζεται. φησὶ γάρ «γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ». ἀποφηνάμενος μετὰ τελευτὴν ἀνδρὸς τὸ ἐλεύθερον ἀπὸ ἁμαρτίας χωρὶς πάσης ἀντιλογίας, διὰ τῆς προσθήκης σημαίνει * τῷ «ἐν κυρίῳ»· ὡς οὐκ εἶναι αὐτὴν ἀλλοτρίαν κυρίου τὴν μετὰ τελευτὴν ἀνδρὸς συναπτομένην ἄλλῳ ἀνδρὶ ἢ τὸν μετὰ τελευτὴν γυναικὸς συναπτόμενον δευτέρᾳ γυναικί, «μόνον ἐν κυρίῳ», ὡς λέγει ὁ ἀπόστολος. καί φησι μέν «μακαριωτέρα δέ ἐστιν, ἐὰν μείνῃ οὕτως», * τὸ δέ «ἐν κυρίῳ» τουτέστιν τὸ μὴ ἐν πορνείᾳ μὴ ἐν μοιχείᾳ μὴ ἐν κλεψιγαμίᾳ, ἀλλ' ἐν εὐνομίᾳ ἐν παρρησίᾳ ἐν σεμνῷ γάμῳ, ἐπιμένοντα ἐν τῇ πίστει ἐν ταῖς ἐντολαῖς ἐν εὐποιίαις ἐν εὐλαβείᾳ ἐν νηστείαις ἐν εὐνομίᾳ ἐν ἐλεημοσύναις ἐν σπουδῇ ἐν ἀγαθοεργίᾳ. ταῦτα γὰρ συνόντα καὶ παραμένοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου παρουσίαν. Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία, τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ σύγγνωστον, ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται. ἐλεήμων γάρ ἐστιν ὁ δεσπότης καὶ δυνατὸς πάντας σῴζειν τῇ ἰδίᾳ αὐτῶν εὐνομίᾳ τε καὶ ἀληθινῇ πίστει 2.372 τῆς τοῦ κηρύγματος καθαρότητος. αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός. οὗτοι δὲ ἑαυτοὺς φήσαντες Καθαροὺς ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι· πᾶς γὰρ ὁ καθαρὸν ἑαυτὸν ἀποφήνας ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε. 7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὑπάρχει πάσῃ ψυχῇ ἢ τὸ διὰ τούτου ἐνάρετον γενέσθαι ἔστι μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μὴ ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ «ναὶ ναί» καὶ «οὒ οὔ» λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι. ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· «ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος». καὶ ὅτι ἐκ τοῦ πλήθους παντὸς τινὲς καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλεονέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι καὶ αὐτοὶ τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοια, καὶ ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ. πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, ὡς διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος οὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας. Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείξωνται τελείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας. δέχεται μὲν οὖν τοὺς μετανοοῦντας ὁ κύριος καὶ ἡ αὐτοῦ ἐκκλησία, ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου καὶ ἐδέχθη ὑπὸ κυρίου, καὶ ὁ ἀρνησάμενος πρὸς ὥραν ἅγιος Πέτρος καὶ κορυφαιότατος τῶν ἀποστόλων, ὃς 2.373 γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα