283
θεμελιοῦσα τὴν πίστιν τοῦ κυρίου, ἐφ' ᾗ ᾠκοδόμηται ἡ ἐκκλησία κατὰ πάντα τρόπον· πρῶτον μὲν ὅτι ὡμολόγησε «Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος», καὶ ἤκουσεν ὅτι «ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλοῦς πίστεως οἰκοδομήσω μου τὴν ἐκκλησίαν», ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν υἱὸν ἀληθινόν. τῷ γὰρ εἰπεῖν υἱὸν θεοῦ ζῶντος μετὰ προσθήκης «τοῦ ζῶντος» ἔδειξεν υἱὸν γνήσιον εἶναι, ὡς ἐν πάσῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρηται. 8. Ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ», διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ. ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομῆς καὶ θεμέλιος οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι «ποίμαινε τὰ ἀρνία μου καὶ ποίμαινε τὰ πρόβατά μου». ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ εὐθεμελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ. 9. Ὡς καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα «ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ὁ χειμὼν παρῆλθεν», τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας καὶ φοβερώτατα * ὡς εἰπεῖν * παρῆλθεν, «ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν»· ἵνα δείξῃ 2.374 πάντα τὰ παρῳχημένα παρελθόντα, ἔαρος δὲ ἄρτι ἀνθοῦντος καὶ θαλάσσης γαληνιώσης τε καὶ φόβου τοῦ ὑετοῦ διελθόντος καὶ τῶν παλαιῶν τῆς ἀμπέλου * τετμημένων καὶ τῆς πόας μηκέτι ποαζούσης μόνον, ἀλλὰ καὶ ἄνθη ἐκβαλλούσης καὶ τοῦ κηρύγματος τῆς φωνῆς ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθους, τοὺς καρποὺς τῆς μετανοίας ἤδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους, ἀμπέλους δὲ ἤδη κυπριζούσας τὸ εὔοδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα. ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν «ἀνάστα ἐλθέ», * ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὸ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν πίστει, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει. ἐπειδὴ δὲ ᾔδει τὸ θεῖον λόγιον ὅτι μετὰ τὴν πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλῆσιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει «ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου». δεύτερον ταύτην καλεῖ καὶ οὐχ ἅπαξ. τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ. φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως «ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου». τὸ μὲν πρῶτον «ἀνάστα ἐλθέ», καὶ οὐκ εἶπεν «ἐλθὲ σύ». καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἵνα δείξῃ κλῆσιν οὐ δευτέραν, παρηλλαγμένην μετὰ τὴν πρώτην, ἀλλὰ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωμάτων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξιον καὶ ἐπουράνιον φιλανθρωπίας. «καὶ ἐλθέ» φησί «σὺ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος»· «ἐν σκέπῃ πέτρας» τουτέστιν ἐν φιλανθρωπίᾳ Χριστοῦ καὶ ἐν ἐλέει κυρίου· 2.375 τοῦτο γάρ ἐστιν σκέπη πέτρας, σκέπη ἐλπίδος καὶ πίστεως καὶ ἀληθείας. «ἐχόμενα τοῦ προτειχίσματος», τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον, ὅτε οὐκέτι