284
«ἐχόμενα τοῦ προτεισχίσματος», ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι. 10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦθεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλῆσις οὐκ ἐλεημοσύνης ἐπίδοσις, ἀλλ' οὔτε ἐγκλημάτων ἔργα οὐ πόλεμος οὐ μοιχεία οὐκ ἀσέλγεια, ἀλλ' οὔτε δικαιοσύνη καὶ μετάνοια. ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόφθορον γενέσθαι * οὐκ ἔνι εὐπάθειά τις ἑτέρα. ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώληκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμένον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, «ἔνθα οὔτε λῃσταὶ διορύττουσιν οὔτε σῆτες ἀφανίζουσιν», ὡς ἔχει ὁ θεῖος λόγος. * οὔτε μὴν πορισμὸς εὐσεβείας, οὔτε μετανοίας κλῆσις ὡς ἔφην, μετὰ θάνατον. οὔτε γὰρ Λάζαρος ἀπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλούσιος πρὸς τὸν Λάζαρον, οὔτε Ἀβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖται μεταλαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας. ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ 2.376 ὁ ἀγὼν ἐτελέσθη καὶ ἐκενώθη τὸ σκάμμα καὶ οἱ στέφανοι ἐδόθησαν καὶ οἱ ἀγωνισάμενοι ἀνεπάησαν καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν. ἔτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειότατα, * ἀλλ' οὖν γε καὶ τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία. 11. Πᾶσα δὲ αἵρεσις ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα ἐν σκότῳ τυφλώττει καὶ μυωπάζει, ἕτερα ἀνθ' ἑτέρων διανοουμένη. ἔοικαν γὰρ οὗτοί τισιν ἀτέχνοις καὶ μὴ γινώσκουσι τὰ περὶ ἑκάστης ποιότητος καὶ χρήσεως καὶ κόσμου ἑκάστου μέλους καὶ ὡς ἔπος εἰπεῖν γελοιῶδές τι ὃ προβάλλομαι λέγειν, ὅμοιον δὲ τῆς αὐτῶν ἀνοησίας ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ καὶ κλοιὸν χρυσοῦν περὶ τὴν γαστέρα· τὰ δὲ ἄλλα πέδιλα ὡς εἰπεῖν, τὰ ἐξ ἱματίων γεγενημένα, ἃ παρά τισιν ὀδώνια κέκληται ἢ βράκαι, χερσὶ περιτιθέασι, δακτυλίους δὲ τοῖς ποσίν. οὕτω γὰρ ἡ τῶν τὴν ἄγνοιαν κεκτημένων σφαλερὰ καὶ ἄτακτος εὑρίσκεται διαταγή. τὰ γὰρ ἐπὶ τῆς ἱερωσύνης ἠσφαλισμένα περὶ δευτέρου γάμου καὶ τῶν ἄλλων οὗτοι εἰς ἅπαντα τὸν λαὸν * νενομίκασι καὶ τὰ δι' ὑπερβολὴν στρυφνότητος ὑπὸ θεοῦ κεκηρυγμένα, ἵνα μὴ ῥᾳθυμήσαντές τινες παραπέσωσιν, αὐτοὶ εἰς ἀπανθρωπίαν θεῷ προσῆψαν. καὶ ὡς ἐὰν εἴ τις ἀπὸ ἱματίου χειρίδα κατασχὼν καὶ ἕως μόνον ἀγκῶνος ἀπὸ καρποῦ χειρὸς τοῦ καλουμένου σκεπάζοι ἑαυτόν, προφέροι δὲ πρὸ ὀφθαλμῶν καθ' ἑκάστην ὥραν τὴν χειρίδα καὶ ἐπιτωθάζοι τοῖς ἄλλοις, ἐπιλησθεὶς ὅτι ὅλον τὸ σῶμα αὐτοῦ γυμνητεύει, οὕτω καὶ οὗτοι σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους τὰς πάσας ἐντολάς, τὰς ὁμοίας 2.377 ταύτῃ καὶ ἔτι ὑπερβολῆ καλλίονας τῷ φυλάττειν, ἐπιθανατίους δὲ ἐν τῷ μὴ φυλάττεσθαι, * τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλελοίπασι. καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς κατασχόντες. 12. Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν. ὥσπερ γὰρ εἴ τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ καὶ νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν ἐκεῖσε τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ διαστήματι ᾠκοδομημένον, ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς