285
σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι' ἧς καὶ εἰσῆλθεν, -οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή· καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν· ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυσέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι «τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Εὐ2.378 αίων καὶ Χαναναίων καὶ Χετταίων, γῆν ῥέουσαν γάλα καὶ μέλι. οὐκ ἐκκλινοῦμεν δεξιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐντεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν». ἔστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθήσεται καὶ οὐκέτι μέτρον ἔχει παρ' ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία. 13. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκοντες καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες, μὴ φωναῖς ἀνθελκυσθῶμεν καὶ φωνῇ ἑκάστης παραπεποιημένης ἐπιτηδεύσεως ἀχθῶμεν. σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας· μεγαλαυχοῦσι καὶ οὐδὲ τὰ μικρὰ ἴσασιν· ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ δοῦλοι ὄντες τῆς ἁμαρτίας· τὰ μείζονα αὐχοῦσι καὶ τῶν μικρῶν οὐδ' ὅλως ἐπελάβοντο. Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, ἀκαθάρτων δὲ εἰ δεῖ τἀληθῆ λέγειν, ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰρῆσθαι. ταύτην δὲ παραρρίψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν προσχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, τῇ δὲ συντυχίᾳ θάνατον ἐμποιοῦντος. ἡμεῖς δὲ τῇ τοῦ ξύλου τοῦ σταυροῦ δυνάμει τοῦτον παίσαντες ἐπὶ τὰς ἑτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ θεοῦ καθικετείαν, εἰς τὸ συνοδεῦσαι συμπαραμεῖναι συνεῖναι συνεργῆσαι διασῶσαι παιδεῦσαι καταξιῶσαι ἡμᾶς τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέσεις. Ἔτι δὲ καὶ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βυζικανίᾳ, οἱ ἀπὸ ∆ωνάτου τινὸς ∆ωνατιανοὶ οὕτω καλούμενοι. τὰ ὅμοια τούτοις φρονοῦντες εἰσιν, ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν 2.379 τῷ διωγμῷ παραπεσοῦσι. τοῖς αὐτοῖς ἀνατραπήσονται καθάπερ καὶ οἱ ἑτεροζυγοῦντες αὐτοῖς Ναυατιανοὶ εἴτ' οὖν Καθαροὶ οὕτω καλούμενοι. διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ' ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν. περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι ἐπὶ τὰς ἑξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν κυρίῳ. Κατὰ Ἀγγελικῶν ˉμ, τῆς δὲ ἀκολουθίας ˉξ. 1. Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν. ἤτοι γὰρ παρὰ τὸ τινὰς ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ