286
ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι οὐδὲ τοῦτο διαβεβαιοῦμαι, ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος. 2. Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν ἡμῶν ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν ἐν τοῖς παρ' αὐτοῖς γινομένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι· ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης. τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ὀλίγον καιρὸν καὶ 2.380 ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν. ταύτης δὲ μόνον ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει, ὥσπερ ἐκτρώματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον, ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ' αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἡμῶν νῷ πάντα κατὰ ἀκρίβειαν σημᾶναι, ἵν' ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς καὶ ἀληθεστάτοις τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι. Κατὰ Ἀποστολικῶν ˉμˉα, τῆς δὲ ἀκολουθίας ˉξˉα. 1. Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν, βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν· φυλάττεται γὰρ παρ' αὐτοῖς τὸ μηδὲν κεκτῆσθαι. εἰσὶ δὲ καὶ οὗτοι ἀπόσπασμα τῶν Τατιανοῦ δογμάτων, Ἐγκρατιτῶν τε καὶ Τατιανῶν καὶ Καθαρῶν, οἵτινες φύσει γάμον οὐ παραδέχονται· παρήλλακται δὲ παρ' αὐτοῖς καὶ τὰ μυστήρια. σεμνύνονται δὲ δῆθεν ἀκτημοσύνην, σχίζουσι δὲ μάτην οὗτοι καὶ βλάπτουσι τὴν ἁγίαν θεοῦ ἐκκλησίαν, διὰ τοῦ ἐθελοθρῃσκεύειν ἐκπεσόντες τῆς τοῦ θεοῦ φιλανθρωπίας. οὔτε γὰρ παρ' αὐτοῖς παραπεπτωκότος τινὸς εἴσδεξις ἔτι γίνεται, τὰ ὅμοια δὲ τοῖς ἀνωτέρω λελεγμένοις φρονοῦσι περί τε τοῦ γάμου καὶ τῶν ἄλλων 2.381 πραγμάτων. καὶ οἱ μὲν Καθαροὶ ταῖς ῥηταῖς μόνον γραφαῖς κέχρηνται, οὗτοι δὲ ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου τε καὶ Θωμᾶ τὸ πλεῖστον ἐπερείδονται, παντάπασιν ἀλλότριοι τοῦ κανόνος τοῦ ἐκκλησιαστικοῦ ὑπάρχοντες. Εἰ γὰρ βδελυρός ἐστιν ὁ γάμος, ἄρα ὅλοι ἀκάθαρτοι ὑπάρχουσι οἱ διὰ γάμου γεγεννημένοι. καὶ εἰ μόνον τυγχάνει ἡ ἁγία θεοῦ ἐκκλησία τῶν τῷ γάμῳ ἀποταξαμένων, οὐκέτι ὁ γάμος ἐκ θεοῦ ὑπάρχει, καὶ εἰ οὐχ ὑπάρχει, ἡ πᾶσα παιδοποιουμένη ὑπόθεσις ἀλλοτρία ὑπάρχει θεοῦ, καὶ εἰ ἀλλοτρία ὑπάρχει θεοῦ ἡ παιδοποιουμένη ὑπόθεσις, ἄρα καὶ αὐτοὶ ἀλλότριοι θεοῦ ὑπάρχουσιν ἀπὸ τοιούτων γεγεννημένοι. ποῦ τοίνυν τὸ εἰρημένον ὅτι «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω;» τὸ μὲν γὰρ ἐπάναγκες † χωρίζειν ἀπὸ ἀνθρώπου ὑπάρχει, τὸ δὲ μετὰ προαιρέσεως ἐγκρατεύεσθαι οὐκ ἀνθρώπου ἔδειξεν, ἀλλὰ θεοῦ τὸ ἔργον. καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη πολλάκις μέμψιν, ὅτι οὐ μετὰ εὐλογίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν· οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια, ἀλλὰ ἐκ προαιρέσεως ἡ δικαιοσύνη. τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες * φανερά ἐστιν, ἃ τῇ φύσει ἐπιμεμέτρηται, οἷον τὸ μὴ πορνεύειν τὸ μὴ μοιχεύειν τὸ μὴ ἀσελγαίνειν τὸ μὴ ἐν ταὐτῷ δευτερογαμεῖν τὸ μὴ ἁρπάζειν τὸ μὴ ἀδικεῖν τὸ μὴ μεθύειν τὸ μὴ ἀδηφαγεῖν τὸ μὴ εἰδωλολατρεῖν τὸ μὴ φονεύειν τὸ μὴ φαρμακεύειν τὸ μὴ καταρᾶσθαι τὸ μὴ λοιδορεῖν τὸ μὴ ὀμνύναι, ἀγανακτεῖν τε καὶ ταχὺ καταπραΰνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύνειν ἥλιον ἐπὶ τῷ παροργισμῷ· τὸ δὲ γάμῳ συναφθῆναι μετὰ εὐνομίας * ἡ φύσις δηλώσει ἐκ θεοῦ κεκτισμένη καὶ ἐπιτραπεῖσα 2.382 καὶ τὰ ἄλλα ὅσα ἐστὶ τοιαῦτα θατέρως ἔχει τῆς ἐπιτροπῆς τὸ μέτρον. 2. Ἀλλ' ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ