287
Παμφυλίαν. τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄχρι γῆς περάτων; καὶ οὐκέτι στήσεται ὅτι «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν»; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό «ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;» εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὁ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι, καίτοι γε ὄντες ἀπὸ γάμου, οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ. καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας. 3. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ ἐκκλησία, ἀλλὰ οὐ βδελύττεται τὸν γάμον, καὶ ἔχει ἀκτημοσύνην, ἀλλ' οὐ κατεπαίρεται τῶν ἐν κτήσει δικαιοσύνης ὑπαρχόντων καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων, ὅπερ ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσειεν. καὶ ἀπέχονται μὲν βρωμάτων πολλοί, ἀλλὰ οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων· 2.383 «ὁ γὰρ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· κυρίῳ γὰρ ἐσθίει καὶ πίνει, καὶ κυρίῳ οὐκ ἐσθίει καὶ οὐ πίνει». καὶ ὁρᾷς μίαν ὁμόνοιαν καὶ μίαν ἐλπίδα καὶ μίαν πίστιν ἐν τῇ ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν δύναμιν καὶ κατὰ τὸν ἴδιον ἀγῶνα τοῦ καμάτου. ἔοικε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία νηΐ. ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου σκευάζεται, ἀλλ' ἐκ διαφόρων, καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως, τὰς δὲ ἀγκύρας ἐξ ἑτέρου· περιτόναιά τε καὶ σανίδες καὶ τὰ ἐγκοίλια, στάματά τε καὶ μέρη πρύμνης καὶ τοίχων καὶ ζυγωμάτων, ἱστίου τε καὶ πηδαλίων, ὄκνων τε καὶ αὐχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν. ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα οὐ τὸν χαρακτῆρα τῆς ἐκκλησίας ὑποφαίνει· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν καὶ τιμᾷ τὸν τοιοῦτον, ἐπειδὴ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος», ἔχει δὲ ἐγκράτειαν θαυμασιωτάτην καὶ ἐπαινεῖ τὴν τοιαύτην, ἐπειδὴ ἀγῶνα ἀγωνίζεται καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα, ἔχει δὲ παρθενίαν καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην, ἔχει ἀποταξαμένους τῷ κόσμῳ καὶ μὴ πεφυσιωμένους κατὰ τῶν ἔτι ἐν κόσμῳ ὑπαρχόντων, ἀλλὰ χαίροντας τοῖς τοιούτοις εὐλαβεστάτοις οὖσι, καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκτήμονες ὑπάρχοντες, * καὶ αὐτὸς ὁ σωτήρ, πάντων δεσπότης ὤν, ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γῆς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυναῖκας· λέγει γὰρ «αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ' αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων». 2.384 4. Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον «δεῦτε ἐκ δεξιῶν μου οἱ εὐλογημένοι, οἷς ὁ πατήρ μου ὁ ἐπουράνιος ἔθετο τὴν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περιεβάλετέ με»; πόθεν δὲ ταῦτα οὗτοι εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων ὧν ἐπετέλουν καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν δικαιοσύνῃ; καὶ εἰ μὲν αὐτοὶ οἱ ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος· καὶ εἰ γυναιξὶν ἀπετάξαντο δι' ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ οὖσιν κοινωνοῖς ἐχρήσαντο ἄν, εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν. ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα. οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία