289
χωριζέτω»; ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν. δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ὡς παρέδωκα ὑμῖν» καὶ ἄλλοτε «οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς ἐκκλησίαις», καί «εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε». Παρέδωκαν τοίνυν οἱ ἅγιοι θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ἁμαρτὲς εἶναι τὸ μετὰ τὸ ὁρίσαι παρθενίαν εἰς γάμον τρέπεσθαι, καὶ ἔγραψεν ὁ ἀπόστολος «ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε»· πῶς οὖν συνᾴδει τοῦτο τούτῳ; ἀλλὰ ἐκείνην τὴν παρθένον λέγει τὴν μὴ ὁρίσασαν θεῷ, ἀλλὰ * διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατ' ἀνάγκην οὕτως 2.387 ἐπετελεῖτο. καὶ ὅτι μὲν ταῦθ' οὕτως ἔχει διδάξει ἡμᾶς ὁ αὐτὸς ἀπόστολος λέγων «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε μᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα; πῶς γὰρ οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέτησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προθέσεως; 7. «Γαμείτωσαν, τοίνυν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν», σύντομος καὶ μέσος λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ ἑκάστης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως, παρεκβάλλων μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἀποτακτικοὺς καὶ Ἐγκρατίτας καὶ παρεκβάλλων τοὺς ὑδαρευομένους ἐν τῇ ἐκκλησίᾳ καὶ ἀναπείθοντας γύναια ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοσαύτην τοῦ δρόμου τελειότητα. καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρίμα ὁ ἀθετήσας θεοῦ τὴν παρθενίαν καὶ καταισχύνας τὸν ἀγῶνα. παραφθείρας γὰρ ἀγῶνα ἀθλητὴς μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος καὶ παραφθείρας τις παρθενίαν ἐκβάλλεται τοῦ τοιούτου δρόμου καὶ στεφάνου καὶ βραβείου ἀλλὰ κρεῖττόν ἐστι κρίμα, καὶ μὴ κατάκριμα. οἱ γὰρ μὴ φανερῶς διὰ τὸ αἰσχυνθῆναι ἐπὶ τοῖς ἀνθρώποις, κρυφῆ δὲ πορνεύοντες * ποιοῦσι παρθενίας ἢ μονότητος ἢ ἐγκρατείας. οὐ γὰρ πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ πρὸς θεὸν τὸν εἰδότα τὰ κρύφια καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν 2.388 τῇ αὐτοῦ παρουσίᾳ περὶ ὧν ἕκαστος ἥμαρτε. κρεῖττον τοίνυν ἔχειν μίαν ἁμαρτίαν καὶ μὴ περισσοτέρας· κρεῖττον τὸν πεσόντα ἀπὸ δρόμου φανερῶς λαβεῖν ἑαυτῷ γυναῖκα κατὰ νόμον καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα εἰσαχθῆναι πάλιν εἰς τὴν ἐκκλησίαν, ὡς παραπεσόντα καὶ κλασθέντα καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ' ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι καὶ πονηρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένοις. 8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι· αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη. καὶ αὕτη μὲν ἦν τότε ἡ σκηνή, νῦν δὲ ἀντὶ τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ,