290
θεμελιούμενος δὲ ἐν δυνάμει *. καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα. Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. τὴν γαῦρον δὲ ταύτην ἔχιδναν, δίκην ἀκοντίου τοῦ καλουμένου ἢ τύφλωπος ἢ μυάγρου, ξύλῳ τῷ σταυροῦ πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρ2.389 πετώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυριάματι καὶ τῇ ἀκοντιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περιφρονήσαντες τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὢ ἀγαπητοί. Κατὰ Σαβελλιανῶν ˉμˉβ, τῆς δὲ ἀκολουθίας ˉξˉβ. 1. Σαβέλλιός τις ἐν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιοτάτοις πρόσφατος γὰρ οὗτος, ἀφ' οὗπερ οἱ Σαβελλιανοὶ καλούμενοι. καὶ οὗτος δὲ παραπλησίως τῶν Νοητιανῶν ἐδίδασκε πλὴν ὀλίγων τινῶν ὧν ἐπεδογμάτισε. πολλοὶ δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν καὶ ἐπὶ τὰ μέρη τῆς Ῥώμης τοῦ αὐτοῦ δόγματος ὑπάρχουσιν, ἀνοίᾳ τινὶ φερόμενοι. ∆ογματίζει γὰρ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα, ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας, ἢ ὡς ἐν ἀνθρώπῳ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, καὶ εἶναι μὲν τὸ σῶμα ὡς εἰπεῖν τὸν πατέρα, ψυχὴν δὲ ὡς εἰπεῖν τὸν υἱόν, τὸ πνεῦμα δὲ ὡς ἀνθρώπου, οὕτως καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι. ἢ ὡς ἐὰν ᾖ ἐν ἡλίῳ, 2.390 ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας, φημὶ δὲ τὸ φωτιστικὸν καὶ τὸ θάλπον καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα. καὶ εἶναι μὲν τὸ θάλπον εἴτ' οὖν θερμὸν καὶ ζέον τὸ πνεῦμα, τὸ δὲ φωτιστικὸν τὸν υἱόν, τὸν δὲ πατέρα αὐτὸ εἶναι τὸ εἶδος τῆς πάσης ὑποστάσεως. πεμφθέντα δὲ τὸν υἱὸν καιρῷ ποτε ὥσπερ ἀκτῖνα καὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς εὐαγγελικῆς οἰκονομίας καὶ σωτηρίας τῶν ἀνθρώπων ἀναληφθῆναι αὖθις εἰς οὐρανόν, ὥσπερ ὑπὸ ἡλίου πεμφθείσης ἀκτῖνος καὶ πάλιν εἰς τὸν ἥλιον ἀναδραμούσης. τὸ δὲ ἅγιον πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ καθάπαξ καὶ καθ' ἕκαστα εἰς ἕκαστον τῶν καταξιουμένων· ἀναζωογονεῖν δὲ τὸν τοιοῦτον καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν ὡς εἰπεῖν διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. καὶ ταῦτά ἐστιν ἃ δογματίζουσι. 2. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης, λέξεσι δέ τισιν αἷς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαν αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. πρῶτον μὲν τῷ ῥητῷ ᾧ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὅτι «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους», «οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι», ὅτι «ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος»· καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν 2.391 ἴδιον αὐτῶν νοῦν * εἰς τούτων δὲ παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν». Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο. ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱόν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα. εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἂν εἴπωμεν, ὦ οὗτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς; ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀληθείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ ἐκείνων πλάνῃ καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ τὸ ἅγιον πνεῦμα. 3. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ' αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας. καὶ ὅτι μὲν ἀληθῶς εἷς ἐστι θεὸς