292
ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὸ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας· ὃς 2.394 ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου δεσπότου καὶ ἐσκίρτα· ᾧ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ κυρίου· πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ τῆς ἀληθείας. ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπότην ἑαυτοῦ ἐπιγνούς, ὅτι «ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με», καὶ τοῦ σωτῆρος λέγοντος «ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη», καὶ αὐτοῦ βαπτισθέντος ὑπ' αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον, ὅτι «ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι ἠνοίχθησαν οἱ οὐρανοί, καὶ τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ ἐρχόμενον ἐπ' αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ' ὃν ηὐδόκησα». ἄνω ἦν ὁ πατήρ, ὦ φιλόνεικε, ἄνωθεν ἡ φωνὴ ἤρχετο. εἰ τοίνυν ἄνωθεν ἡ φωνή, διάκρινόν μοι τὴν παραπεποιημένην σου διάνοιαν. τίνι ὁ πατὴρ ἔλεγεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ' ὃν ηὐδόκησα»; καὶ τίς ἦν οὗτος; διὰ τί δὲ ἐν εἴδει περιστερᾶς κατελήλυθε, καίτοι γε σῶμα μὴ φορέσαν, τὸ πνεῦμα; ὁ γὰρ μονογενὴς μόνος σῶμα ἐνεδύσατο καὶ τελείως ἐνηνθρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἑαυτῷ ἀναπλασάμενος ὁ ἀρχιτέχνας λόγος σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν τὴν ἀνθρωπείαν καὶ νοῦν καὶ εἴ τί ἐστιν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας, μὴ γένοιτο, αὐτὸς δὲ ὁ ἅγιος Λόγος, θεὸς Λόγος ἐνανθρωπήσας. 6. Τὸ δὲ πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερᾶς φαίνεται; ἀλλ' ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε καὶ μηδὲν ὀρθὸν διανοούμενε, ἵνα μὴ νομίσῃς τὸ πνεῦμα συναλοιφὴν εἶναι πατρὶ ἢ υἱῷ. διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ ἁγίου πνεύματος σῶμα μὴ φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ πνεῦμα καθ' ἑαυτὸ καὶ ἐνυπόστατος ὁ πατὴρ καὶ ἐνυπόστατος ὁ μονογενής, ἀλλ' οὐ διαιρουμένης τῆς θεότητος οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης. καὶ ὁρᾷς πῶς ἡ τριὰς 2.395 ἀριθμεῖται, πατρὸς ἄνωθεν βοῶντος, υἱοῦ δὲ ἐν Ἰορδάνῃ βαπτιζομένου, πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος; λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκώς «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ' ὃν ηὐδόκησα, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ' αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν» καὶ τὰ ἑξῆς. μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε; τίς δέ ἐστι περὶ οὗ γέγραπται «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»; καὶ οὐκ εἶπεν «εἴσελθε εἰς ἐμέ». ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον «καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς»; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθήσεσι λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον»; τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;» σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας. 7. Ἔφη γὰρ ὡς ἀληθῶς «ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος». ὡς ἀληθῶς γὰρ οὔκ εἰσι πολλοὶ θεοί, ἀλλὰ εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ