293
καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη· τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ 2.396 πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ἐνυπόστατον ἀεί, «εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα». ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ' αὐτοῦ· καὶ πρὸς μὲν τοὺς δεισιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσαναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο. προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζουρὼθ καὶ τοῖς Νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα», ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν. καὶ ἐπειδὴ ἔμελλον τὴν παρουσίαν αὐτοῦ τοῦ υἱοῦ ἀπωθεῖσθαι, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα», ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς, ἐπὶ τῷ σταυρῷ πεπονθὼς καὶ ταφεὶς καὶ ἀναστάς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθείς, τῇ αὐτοῦ θεότητι εἰς δόξαν δὲ ἑνωθέντι καὶ φαιδρυνθέντι, μηκέτι ὑπὸ ἁφὴν ἐμπίπτοντι νυνί, μηκέτι θανάτου μετέχοντι· «ἀνέστη γὰρ Χριστός», ὥς φησιν ἡ γραφή· «θάνατος γὰρ αὐτοῦ οὐκέτι κυριεύει», φησὶν ὁ ἀπόστολος. καὶ ὅρα πῶς ἡ ἀκρίβεια ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἐκπέσῃ κατὰ θάτερον τῶν τῆς ἀληθείας μερῶν, ἵνα, ὅταν μὲν βου2.397 ληθείη ὁ νοῦς πολυθεΐαν ἐξεργάσασθαι, ἀκούσῃ ὅτι «κύριος ὁ θεός σου κύριος εἷς ἐστιν»· ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν «ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ», τὸ ἄλφα τὸ κάτω βλέπον καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον «ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». καὶ ἵνα ὅταν τὶς νομίσῃ διὰ τὸ εἰρηκέναι «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ» καί «κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ ὅτι «ἐγώ εἰμι ὁ ὤν» *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, διὰ τοῦτό φησιν «ὁ πατήρ μου μείζων μου ἐστί» καί «ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ' ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀνθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα. 8. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν Ἄρειος τὸν ἕνα μόνον λέγεσθαι ἀληθινὸν θεὸν τουτέστι τὸν πατέρα, τὸν δὲ υἱὸν θεὸν μὲν εἶναι, οὐκ ἀληθινὸν δέ, πάλιν ἑτέρως τὸν τοιοῦτον διελέγχει, λέγων «ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», περὶ δὲ τοῦ πατρὸς ὅτι «φῶς ὁ θεός»· καὶ οὐκ εἶπε «φῶς ἀληθινόν», ἵνα ἐκ τοῦ «θεὸν ἀληθινόν» καὶ «φῶς ἀληθινόν» τὴν ἴσην θεότητα πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα νοήσωμεν καὶ * ἀπὸ τοῦ τὸν πατέρα φῶς εἶναι καὶ τὸν υἱὸν θεὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν. οὐ γὰρ ἦν χρεία εἰπεῖν, μηδεμιᾶς ἀμφιλογίας οὔσης· ἀπὸ γὰρ τοῦ «θεός» καὶ «φῶς» ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, πατρὸς πρὸς τὸν υἱὸν καὶ υἱοῦ πρὸς τὸν πατέρα, σαφῶς ἀπεφάνθη· καὶ διαλέλυταί σου ἡ πᾶσα 2.398 τῆς πλάνης φρενοβλάβεια.