295
συνεισάκτους· ἀλλὰ καὶ ἐξ ὁμολογητῶν αὐτὸν τὸν τοιοῦτον ὄντα οἴδαμεν. ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτροπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ. ἡ γὰρ αἰτία ἡ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ' ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐτῷ γυναικός καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης εἰπάσης αὐτῷ τὴν τῆς. κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν. 3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐτῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη. ὧν τὰς μαρτυρίας δι' ὧν πίπτουσιν εἰς μέσον φέρειν οὐκ ἀναγκαῖον ἥγημαι, ἵνα μὴ δόξωμεν δι' ὧν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυ2.401 τοῖς θηρᾶσθαι ὑπὲρ τὴν ἀγαθότητα ἐπιθυμούντων. εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἑρπετώδους αἱρέσεως ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία; εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σώματι· πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὐδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον δεῖ ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς· ὡς «ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν». εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶε, ὃς «ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα», οὐκ ἐφύτευσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ' ἐφύτευσε «καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη», ὡς γέγραπται. ἐξῆν δὲ συγγνώμην τῷ γέροντι ἀπονεῖμαι· εὐάρεστος γὰρ τῷ θεῷ ὑπάρχων οὐ διὰ ἀσωτίαν τὴν μέθην ὑπέστη, ἀλλὰ λύπῃ φερόμενος τάχα ἐκεκάρωτο καὶ μὴ φέρων ἐξ ἀμφοτέρων διὰ τὸ ἀσθενὲς καὶ γηραλέον ἀσθενείᾳ ὑπέπεσεν, οὐχ ἵνα χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὕβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως. 4. Εἰ γὰρ καὶ οὐ δεδόξασται ὁ γάμος ὡς ἡ παρθενία, ὑπὲρ αὐτὸν δὲ ὑπάρχει ἡ παρθενία παρθενία δὲ ἀληθεύουσα ἔνδοξος καὶ ἐνάρετος κέκληται, οὐ μεμολυσμένη, καὶ ὁ γάμος δὲ σεμνός, εἴ τις εἰς παιδοποιίαν, οὐκ εἰς αἰσχύνην τὰ ἐκ θεοῦ καλῶς κεκτισμένα † ἀπαγορεύει, ἀλλ' οὔτε ἄλλως μεταχειρίζεται τῆς τοῦ γάμου κοινωνίας τὴν ἐκ θεοῦ 2.402 τεταγμένην ἀγωγήν. παρθενία γάρ ἐστιν ἀληθῶς ὡς ἐκείνη ἡ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐπαινουμένη, ὅτι «ἡ παρθένος καὶ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῇ ψυχῇ», ἵνα δείξῃ ὅτι οὐδεμίαν αἰτίαν ἀμπλακημάτων κἂν ὑπονοηθῆναι ἡ μονότης ἐνδέχεται. ἀλλὰ καὶ * τὸν Ἀβραὰμ οἴδαμεν παιδοποιοῦντα, φίλον δὲ ὄντα τῷ κυρίῳ, Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ τοὺς καθεξῆς· καὶ οὔτε ἑαυτοὺς ἐμόλυναν ἀθεμίτοις πράξεσι, παραπτόμενοι μυσαρῶν καὶ * οὔτε ἀντιθέτως ἔσχον πρὸς τὴν ἐκ θεοῦ καλῶς τεταγμένην διὰ σεμνοῦ γάμου παιδοποιίαν οὔτε οἱ ἐν αὐτοῖς ἁγνείαν τε καὶ παρθενίαν ἀσκήσαντες παρέφθειραν τὸν ἀγῶνα καὶ ἑτέρως μετεποιήσαντο, ὡς διὰ κυβείας τὸν ἐνάρετον τῆς ἀθλήσεως τρόπον ὑποδύντες. καὶ Ἠλίας μὲν παντελῶς ἐν πόλεσι τάχιον οὐκ εἰσῄει οὐδὲ μετὰ γυναικῶν συνόμιλος