296
ἐγίνετο, ἐν δὲ ἐρημίαις διατελῶν ὑπῆρχε καὶ Ἐλισσαῖος καὶ Ἰωάννης καὶ πάντες οἱ τὸν μέγαν τουτονὶ χαρακτῆρα τῆς τῶν ἀγγέλων μιμήσεως ἐνδείξαντες καλῶς κατὰ τὴν εὐαγγελικὴν διάταξιν τοῦ κυρίου ἑαυτοὺς διὰ βασιλείαν οὐρανῶν εὐνούχισαν. Καὶ πολλὰ μὲν οὖν ἔχοντες περὶ τούτων λέγειν καὶ ἐκ πολλῶν συστάσεων τῆς θείας γραφῆς τὴν αὐτῶν δυνάμενοι διελέγξαι διάνοιαν ὑπὸ διαβόλου ἐμπαιζομένην, ἀρκούμεθα τοῖς ὀλίγοις τούτοις· ἐπειδὴ γὰρ παντὶ σαφές ἐστιν ὅτι οὐ συνέσεως παρ' αὐτοῖς ἡ ἐργασία οὐδὲ ἐκ θεοῦ ἡ τοιαύτη γνῶσις, ἀλλὰ ἐκ δαιμόνων ἐνεργείας ἡ χλεύη καὶ ἡ πτῶσις αὐτῶν τῆς ἀθεμίτου ἐργασίας γίνεται. καὶ αὐτὴν δὲ παρωσάμενοι, ὥσπερ τὴν δεινὴν σκυτάλην τὴν ἔχιδναν καλουμένην, οὖσαν μὲν τῷ σώματι βραχεῖαν, τῇ δὲ ἰοβολίᾳ δεινὸν ἆσθμα ἐμπνέουσαν καὶ εἰς τοὺς πλησιάζοντας τὴν λύμην ἐμφυσῶσαν, ταύτην συντρίψαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, θεὸν ἀρωγὸν ἐπικαλεσάμενοι εἰς τὴν τῆς πάσης πραγματείας ἡμῶν ἐν θεῷ ἐπαγγελίαν. 2.403 Κατὰ Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου ˉμˉδ, τῆς δὲ ἀκολουθίας ˉξˉδ. 1. Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος ἐπικληθείς, καθεξῆς τούτοις ἀκολουθεῖ. οὗτος παῖς μὲν ἦν Λεωνίδου τοῦ ἁγίου καὶ μακαρίτου μάρτυρος, καὶ αὐτὸς δὲ τὰ πλεῖστα διωχθεὶς ἐν τῇ νέᾳ αὐτοῦ ἡλικίᾳ, ἀνὴρ ὢν κατὰ τὴν τῶν Ἑλλήνων παιδείαν λόγιος καὶ ἐν ἐκκλησίᾳ ἀνατεθραμμένος, ἐν χρόνοις ∆εκίου τοῦ βασιλέως ἐγνωρίζετο ἐπὶ τῆς Ἀλεξανδρέων. ἦν γὰρ τῷ γένει μὲν Αἰγύπτιος, ἐν Ἀλεξανδρείᾳ δὲ ἐσχηκὼς τὴν οἴκησιν καὶ ἀνατροφήν, τάχα δὲ καὶ ἐν Ἀθήναις φοιτήσας ἐν τοῖς παιδευτηρίοις χρόνῳ τινί. πολλὰ δὲ λέγεται πεπονθέναι ὑπὲρ τοῦ ἁγίου λόγου τῆς πίστεως καὶ ὀνόματος Χριστοῦ, τοῦτο μὲν ἐν τῇ πόλει πολλάκις συρόμενος, ὀνειδιζόμενος, βασάνοις ἀνηκέστοις ὑποβαλλόμενος. καὶ γὰρ καὶ καιρῷ ποτε, ὡς λόγος, ξυρήσαντες αὐτὸν οἱ Ἕλληνες πρὸς τῇ ἀναβάσει τοῦ Σαραπείου καλουμένου τεμένους τοῦ αὐτῶν εἰδώλου καθίσαντες αὐτὸν προσέταξαν θαλλοὺς φοινίκων ἐπιδιδόναι τοῖς ἐπὶ τὸ ἀθεμιτουργεῖν καὶ προσκυνεῖν τῷ εἰδώλῳ ἀνιοῦσι· τοιοῦτον γὰρ σχῆμα ἐπέχουσιν οἱ τῶν εἰδώλων αὐτῶν ἱερεῖς. ὁ δὲ λαβὼν μεγάλῃ τῇ φωνῇ καὶ πεπαρρησιασμένῃ τῇ διανοίᾳ, οὐ δείσας οὐδὲ διστάσας ἐβόα λέγων «δεῦτε λάβετε οὐ τὸν θαλλὸν τοῦ εἰδώλου, ἀλλὰ τὸν θαλλὸν Χριστοῦ». καὶ πολλὰ ἔστιν ἃ περὶ αὐτὸν ἀνδραγαθήματα ἀναφέρουσιν οἱ παλαιοὶ κατὰ παράδοσιν. 2.404 2. Ἀλλ' οὐκ ἔμεινεν αὐτῷ τὰ τοῦ βραβείου εἰς τέλος. διὰ γὰρ τὸ ἐξοχώτατον τῆς λογιότητος αὐτοῦ καὶ τῆς προπαιδείας ἐπὶ πλείστῳ φθόνῳ διεβέβλητο καὶ μᾶλλον τοῦτο παρώξυνε τοὺς κατὰ καιρὸν τότε τὴν ἐξουσιαστικὴν ἀρχὴν διέποντας. κακομηχανίᾳ γὰρ διαβολικῇ ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμποιῆσαι καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰθίοπα αὐτῷ παρασκευάσαντες. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην τῆς διαβολικῆς ἐνεργείας ἐπίνοιαν ἔρρηξε φωνήν, τῶν ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων θῦσαι μᾶλλον ἑλόμενος. οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ πάλιν τοῦτο ἐπετέλεσεν, ὡς πολὺς ᾄδεται λόγος· ἀλλ' ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν. καὶ οὕτως τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ὁμολογητῶν τε καὶ μαρτύρων ἀπεβλήθη τότε καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξεώθη. ἐν Ἀλεξανδρείᾳ δὲ τοῦτο ὑποστὰς καὶ μὴ δυνάμενος τὴν τῶν ὀνειδιζόντων χλεύην φέρειν ἀνεχώρησε καὶ τὴν Παλαιστινῶν, τούτεστι τῆς Ἰουδαίας κατ2.405 οικεῖν γῆν εἵλατο. ἀνελθὼν γοῦν εἰς τὰ Ἱεροσόλυμα καὶ ὡς τοιοῦτος ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· φασὶ γὰρ αὐτὸν καὶ πρεσβυτερίου κατηξιῶσθαι τὸ πρίν, πρὶν ἢ τοῦ θῦσαι. προτρεπομένων οὖν, ὡς ἔφην, αὐτὸν ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύμοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ