297
ῥητὸν μόνον τὸ τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός, «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου»; πτύξας τὸ βιβλίον ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, τῶν πάντων ὁμοῦ σὺν αὐτῷ κλαιόντων. 3. Μετὰ χρόνον ἀπ' ἐντεῦθεν προτρεπομένων αὐτὸν πολλῶν καὶ ἀναγκαζόντων, Ἀμβροσίῳ τινὶ συντυχὼν τῶν διαφανῶν ἐν αὐλαῖς βασιλικαῖς τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκκλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἁγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως. ὁ δὲ προειρημένος Ἀμβρόσιος ἐπειδὴ ἀπὸ ἄλλης αἱρέσεως 2.406 ὑπῆρχε καὶ οἷα ἀνὴρ λόγιος καὶ σπουδαῖος περὶ τὰς θείας ἀναγνώσεις τῶν θείων γραφῶν, διὰ τὴν ἐν ταῖς θείαις βίβλοις βαθύτητα τῶν νοημάτων ἠξίωσε τὸν αὐτὸν Ὠριγένην φράσαι αὐτῷ. ὁ δὲ βουλόμενος εἰς ἐκείνου καθῆκον καὶ προτροπὴν πάσης γραφῆς ὡς εἰπεῖν ἑρμηνεὺς γενέσθαι καὶ ἐξηγήσασθαι ἐπετήδευσε καὶ ἐν τῇ Τύρῳ τῆς Φοινίκης, ὡς λόγος ἔχει, εἴκοσι ὀκτὼ ἔτη *, πολιτείᾳ μὲν ὑπερβαλλούσῃ καὶ σχολῇ καὶ καμάτῳ *, τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν αὐτῷ ἐπαρ2.407 κοῦντος, χάρτην τε καὶ τὰ ἄλλα τῶν ἀναλωμάτων, καὶ τοῦ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ ἐν σχολῇ μεγίστῃ τὸν κάματον τὸν περὶ τῆς γραφῆς διανύοντος. ὅθεν τὸ πρῶτον αὐτοῦ ἐπιμελῶς φιλοτιμη2.408 σαμένου συναγαγεῖν τῶν ἓξ ἑρμηνειῶν, Ἀκύλα Συμμάχου τῶν τε ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος, πέμπτης τε καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους ἐξέδωκεν, μετὰ παραθέσεως ἑκάστης λέξεως Ἑβραϊκῆς καὶ αὐτῶν ὁμοῦ τῶν Ἑβραϊκῶν στοιχείων· ἐκ παραλλήλου δὲ ἄντικρυς, δευτέρᾳ σελίδι χρώμενος κατὰ σύνθεσιν Ἑβραϊκῆς μὲν τῆς λέξεως, δι' Ἑλληνικῶν δὲ τῶν γραμμάτων ἑτέραν πάλιν πεποίηκε σύνθεσιν· ὡς εἶναι μὲν ταῦτα καὶ καλεῖσθαι Ἑξαπλᾶ, ἐπὶ δὲ τὰς Ἑλληνικὰς ἑρμηνείας γενέσθαι δύο ὁμοῦ παραθέσεις, Ἑβραϊκῆς φύσει δι' Ἑβραϊκῶν στοιχείων καὶ Ἑβραϊκῆς δι' Ἑλληνικῶν στοιχείων,ὥστε εἶναι τὴν πᾶσαν παλαιὰν διαθήκην δι' Ἑξαπλῶν καλουμένων καὶ διὰ τῶν δύο τῶν Ἑβραϊκῶν ῥημάτων. 2.409 Ταύτην ὁμοῦ πᾶσαν τὴν πραγματείαν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο· ἀλλὰ οὐκ εἰς τέλος τὸ κλέος αὐτοῦ ἄσβεστον διήνυσε. συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας εἰς μέγα πτῶμα. ἐξ αὐτοῦ γὰρ τοῦ σκοποῦ, βουλόμενος μηδὲν τῶν θείων γραφῶν ἐᾶσαι ἀνερμήνευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα, ἐξ οὗπερ οἱ Ὠριγενιασταὶ καλούμενοι, οὐχ οἱ πρῶτοι οἱ τὴν αἰσχρουργίαν *· οὐ γὰρ ἔχω περὶ ἐκείνων λέγειν, ὡς καὶ ἤδη προεῖπον, εἰ ἐκ τούτου τοῦ Ὠριγένους, τοῦ καὶ Ἀδαμαντίου, ἐσχήκασι τὴν ἀρχὴν ἢ ἕτερόν τινα ἀρχηγὸν ἐσχήκασιν, καὶ αὐτὸν Ὠριγένην λεγόμενον. φασὶ δὲ καὶ τοῦτον τὸν Ὠριγένην ἐπινενοηκέναι τι ἑαυτῷ κατὰ τὸ σωμάτιον. οἱ μὲν γὰρ λέγουσιν αὐτὸν νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ ὀχλεῖσθαι μηδὲ ἐν ταῖς κινήσεσι ταῖς σωματικαῖς φλέγεσθαί τε καὶ πυρπολεῖσθαι. ἄλλοι δὲ οὐχί φασιν, ἀλλ' ἐπενόησέ τι φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι. ἕτεροι δὲ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρειν τολμῶσιν, ὡς ὅτι καὶ βοτάνην τινὰ ηὗρεν ἰατρικὴν μνήμης ἕνεκα. καὶ τὰ μὲν ὑπέρογκα περὶ αὐτοῦ λεγόμενα οὐ πάνυ πεπιστεύκαμεν, ὅμως τὰ λεγόμενα ἐξειπεῖν οὐ παρελίπομεν. 4. Ἡ δὲ ἐξ αὐτοῦ φῦσα αἵρεσις πρῶτον μὲν ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχουσα, τὰ νῦν δὲ παρ' αὐτοῖς τοῖς ἐξοχωτάτοις καὶ δοκοῦσι τὸν μονήρη βίον ἀναδεδέχθαι εὑρίσκεται, παρὰ τοῖς φύσει 2.410 κατὰ τὰς ἐρημίας ἀναχωροῦσί τε καὶ τὴν ἀκτημοσύνην ἑλομένοις· δεινὴ δὲ καὶ αὕτη καὶ πασῶν τῶν παλαιῶν μοχθηροτέρα, ἡ καὶ σὺν ἐκείνοις τὰ ὅμοια φρονοῦσα. κἄν τε γὰρ αἰσχρότητα