298
ἐπιτελεῖν οὐ παρασκευάζῃ τοὺς αὐτῇ μαθητευομένους, ἀλλ' οὖν γε δεινοτέραν αἰσχρότητος † δεινὴν ὑπόνοιαν εἰς αὐτὸ τὸ θεῖον ἐνσκήπτει. ἐκ τούτου γὰρ καὶ Ἄρειος τὰς προφάσεις εἴληφε καὶ οἱ καθεξῆς Ἀνόμοιοί τε καὶ οἱ ἄλλοι. Φάσκει γὰρ οὗτος, τολμήσας δῆθεν περὶ τῶν ἀρχῶν λέγειν, πρῶτον μὲν ὅτι ὁ υἱὸς ὁ μονογενὴς ὁρᾶν τὸν πατέρα οὐ δύναται, ἀλλ' οὔτε τὸ πνεῦμα τὸν υἱὸν δύναται θεάσασθαι, οὔτε μὴν ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ αὕτη πρώτη αὐτοῦ πτῶσις. ἐκ γὰρ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ παντάπασιν ἀλλότριον πατρὸς τοῦτον εἰσηγεῖται, κτιστόν τε ἅμα. βούλεται δὲ ὡς κατὰ χάριν τὸ υἱὸν αὐτὸν καλεῖσθαι λέγειν. 2.411 εἰσὶ δὲ καὶ ἄλλαι αὐτοῦ πτώσεις μείζους. τὴν ψυχὴν γὰρ τὴν ἀνθρωπείαν λέγει προϋπάρχειν, ἀγγέλους δὲ ταύτας εἶναι καὶ δυνάμεις ἄνω, ἐν ἁμαρτίαις δὲ ἀμπλακησάσας καὶ τούτου ἕνεκεν εἰς τιμωρίαν εἰς τοῦτο τὸ σῶμα κατακεκλεισμένας. πέμπεσθαι δὲ ἀπὸ θεοῦ κάτω πρὸς τιμωρίαν, ὅπως ἐνταῦθα πρώτην κρίσιν ὑποδέξωνται. διόπερ, φησί, καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν 2.412 τῷ σώματι· τὴν πάλαι Ἐλλήνων μυθώδη ὑπόνοιαν φανταζόμενος. εἰς ταῦτα δὲ καὶ ἄλλους μύθους ἐκτίθεται. ψυχὴν γάρ φησι διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψύχθαι. μαρτυρίας δὲ κατὰ τὸν ἴδιον νοῦν ἐπιπλάσσεται ἀπὸ τῶν θείων γραφῶν, οὐχ οὕτως ἐχούσας οὐδὲ οὕτως ἐκδεδομένας. τὸ γὰρ εἰπεῖν, φησί, τὸν προφήτην «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ πλημμελησάσης, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι· καὶ τὸ εἰπεῖν «ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου», ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ, ἐπιστρέφοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιοπραγίαν. καὶ πολλὰ ἔστιν ἄλλα τοιαῦτα λέγειν. τὸ κατ' εἰκόνα δέ φησιν ἀπολωλεκέναι τὸν Ἀδάμ. ἐντεῦθεν φησὶ καὶ τοὺς χιτῶνας τοὺς δερματίνους ἐπισημάνασθαι τὴν γραφήν· ὅτι, φησίν, τό «ἐποίησεν αὐτοῖς χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς» τὸ σῶμα, φησίν, ἐστί. καὶ πολλή τίς ἐστι παρ' αὐτῷ ἡ ᾀδομένη χλεύη. τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἐλλιπῆ ποιεῖται, πῆ μὲν λόγῳ συνιστῶν ταύτην, 2.413 πῆ δὲ ἐξαρνούμενος τελειότατα, ἄλλοτε δὲ καὶ μέρος ἐξ αὐτῆς ἀνίστασθαι λέγων. ἀλληγορεῖ δὲ λοιπὸν ὅσαπερ δύναται, τόν τε παράδεισον τά τε τούτου ὕδατα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑποκάτω τῆς γῆς. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια φλυαρῶν οὐ διαλείπει. ἤδη δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις τὰ τοιαῦτα περὶ αὐτοῦ μνησθέντες διεξεληλύθαμεν. 5. Οὐδὲν δὲ καὶ νῦν λυπήσει αὖθις ἐν τῇ κατ' αὐτὸν αἱρέσει περὶ τῆς αὐτῆς αἰτίας τε καὶ ὑποθέσεως διηγήσασθαι καὶ ἐξ αὐτῶν τῶν ὑπ' αὐτοῦ ὑποβαλλομένων τὴν ἀνατροπὴν ποιήσασθαι. πολλὴ γὰρ ἡ τούτου εἰς ὕστερον γενομένη ἀτοπία καὶ ἐπιτήδευσις παραπεποιημένης ἐννοίας καὶ ἔξω βεβηκυίας τῆς ἀληθείας. ἔδοξε γὰρ κατὰ αἱρέσεων πασῶν τῶν πρὸ αὐτοῦ λέγειν καὶ ἀνατρέπειν ἑκάστην, ὕστερον δὲ καὶ αὐτὸς αἵρεσιν οὐ τὴν τυχοῦσαν ταύτην τῷ βίῳ ἐξήμεσε. καὶ πρῶτον μὲν οὖν τὰ ὑπ' αὐτοῦ ῥηθέντα εἰς ἔλεγχον τῆς αὐτοῦ παραπεποιημένης ἐπιπλάστου ἐννοίας παραθήσομαι, ἔπειτα δὲ καὶ τὰ κατ' αὐτοῦ ῥηθησόμενα παρὰ τῆς ἡμῶν μετριότητος ὑπο2.414 δείξω. καὶ ἔστι τάδε, ὅσαπερ ἐν τῷ πρώτῳ ψαλμῷ εἰσηγήσατο τῷ βίῳ-ἐν πάσῃ γὰρ γραφῇ ἀεὶ ὀλισθαίνων κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. ἐπειδὴ δὲ ὄγκος πολύς ἐστι λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν εἰς ἑκάστην γραφήν, ὡς ἔφην, * οὐ παρῃτήσατο εἰπεῖν ἃ αὐτῷ ἔδοξε. καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ τῶν προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ τῶν ἄλλων παρ' αὐτοῦ εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διηγήσατο· ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε καὶ περὶ πίστεως καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατος τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν εὑρίσκεται,