300
γράφειν καὶ τοῖς μεθ' ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές με, μάρτυς ἔσῃ μοι πρὸς θεὸν μεθ' ὅλου τοῦ βίου καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται. καὶ πῆ μὲν ἐπιτυγχάνομεν, πῆ δὲ ἤτοι βιαζόμεθα βιαιότερον ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ «ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ» καλῶς εἰρημένου, καὶ τοῦ «περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός». ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς θεοῦ καλὸν εἶναι δύναται καὶ μάλιστα νόησις γραφῶν θεοπνεύστων, ὅπως τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ 2.417 θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῷ οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων. Ἕως ὧδε τὰ ἀπὸ Ὠριγένους. 8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευνήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων τουτονί, τὸν φλυαρίας ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ' αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ. καὶ ὅτι μὲν ὁμολεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίῳ εἰσίν, παντί τῳ δῆλόν ἐστιν. καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τούτου χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν ὁρίζεται. Ὡς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον τοῦτο· * δὲ ἐπὶ θεοῦ λέγειν ἀλλ' ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν. εἰς τὸ γοῦν παρ' αὐτῷ ῥηθὲν κτιστὸν ἤτοι γενητὸν θεόν, πρῶτον ἐρωτῶμεν· ποίοις τρόποις ἔκτισται ὁ παρὰ σοῦ διὰ τῆς λέξεως ταύτης τιμώμενος θεός, πῶς δέ ἐστι προσκυνητός, εἰ ἔστι ποιητός; ἄφελε γὰρ τὴν μέμψιν τὴν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐπὶ τοῖς τὴν κτίσιν θεολογοῦσι καὶ ἐπίδος μοι θεὸν προσκυνούμενον κτιστὸν κατὰ τὴν εὐσεβῆ πίστιν, τὴν μὴ τῇ κτίσει προσ2.418 κυνοῦσαν ἀλλὰ τῷ κτίσαντι, καὶ ἔσται παρὰ σοὶ εὔλογος ἡ τοῦ πεπλανημένου σου λόγου ἀπὸ τῆς τῶν πατέρων εὐσεβείας ἀκολουθία. ἀλλὰ οὐ μὴν δύνασαι τοῦτο παραστῆσαι. εἰ δὲ καὶ ἐτόλμας ἀποσυλῆσαί ποθεν καὶ βιάσασθαι, οὐδὲ ἐν τούτῳ τὸν εὔλογον λογισμὸν τῶν θεοσεβῶν παρεκτρέπειν εἰς τοσαύτην φαυλότητα δυνήσῃ, ὦ θεήλατε. ἀντιμάχεται γάρ σοι καὶ τὸ φρόνημα καὶ ὁ λόγος. πᾶν γὰρ τὸ κτιστὸν οὐ προσκυνῃτόν, ὡς ἔφην. εἰ δὲ ὅλως προσκυνητόν, πολλῶν ἄλλων ὑπαρχόντων κτιστῶν οὐδὲν ἂν διοίσει τὸ καὶ ἡμᾶς μετὰ τοῦ ἑνὸς κτιστοῦ τὰ ὅλα προσκυνεῖν, σύνδουλα ὄντα καὶ τῇ αὐτῇ ἀγωγῇ τῆς ὀνομασίας ὑποπεπτωκότα. 9. Ἴδωμεν δὲ διὰ τῶν τεσσάρων εὐαγγελίων, δι' ὧν τὴν πᾶσαν ἡμῶν ζωὴν ᾠκονόμησεν ἐλθὼν ὁ θεὸς Λόγος, εἴ που εἴρηκεν ὁ Χριστός «ὁ θεός με ἔκτισεν» ἢ «ὁ πατήρ μου ἔκτισέ με». ἴδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι «ἔκτισα τὸν υἱὸν καὶ ἀπέσταλκα ὑμῖν». ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω. περὶ γὰρ μαρτυριῶν πολλάκις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα. οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν;» πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἴσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; «οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Πάλιν δὲ ὡσαύτως, ὅσα αὐτῷ περὶ ἀναστάσεως ἀμφιβάλλεται, ἐπιλαβόμενοι τῆς ἀκολουθίας αὖθις ἐροῦμεν ἐκ τῶν αὐτοῦ ῥητῶν. ἀπὸ μιᾶς δὲ λέξεως τὸ πᾶν τῆς γνώμης αὐτοῦ ἀποδείξωμεν καὶ τὸ ἄπιστον τῆς δόξης τοῦ αὐτοῦ δόγματος