301
ἀποκαλύψωμεν. εἰ γὰρ καὶ διὰ πλάτους αὐτῷ εἴρηται πολλάκις περὶ τούτου καὶ ἐν πολλαῖς βίβλοις πεφλυάρηται, ὅμως τὴν ἔλεγξιν παραθήσομαι ἀφ' ὧν ἐν τῷ πρώτῳ ψαλμῷ ἐξηγήσατο κατὰ τῶν τὴν ἀνάστασιν τῆς βεβαίας ἐλ2.419 πίδος ἡμῶν πεπιστευκότων. 10. Καὶ ἔστιν οὕτως· λέγει «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει». εἶτα ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν· ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς· Ἐντεῦθεν, φησίν, οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τὴν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἑξῆς ἀκόλουθον σῴζειν οὐ δυναμένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, φησίν, ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν καὶ οὐδὲν περὶ τοῦ ῥευστὴν εἶναι τὴν οὐσίαν *, ἐξετάζοντες· εἰ συναναστήσονται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ αἱ ἐκτακεῖσαι ἐν νόσοις σάρκες καὶ τρίχες πᾶσαι αἱ πώποτε γενόμεναι ἡμῶν ἢ μόναι αἱ ἐπὶ τῷ τέλει πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι ὁτὲ μὲν προσκόπτουσι καὶ τῇ γινομένῃ ἐξετάσει, 2.420 οἰόμενοι δεῖν ἐπιτρέπειν τῷ θεῷ ὃ βούλεται περὶ τούτων ποιεῖν, ὁτὲ δὲ δοκοῦντες συγκαταβαίνειν τὰς ἐπὶ τέλει ταύτης τῆς ζωῆς τρίχας φασὶν ἡμῖν συναναστήσεσθαι. οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αἵματα αὐτῶν συνάγειν τῷ λόγῳ τὰ πολλάκις ἀπεκκριθέντα τῶν σωμάτων ἡμῶν καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις εἰς ἱδρῶτας ἢ οἵαν δήποτε ὕλην, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀνίστασθαι σῶμα. 11. Ταῦτά ἐστι τὰ τοῦ προειρημένου ἐθελοσόφου ἐπαπορητικὰ πρὸς τὴν ἀλήθειαν λεξίδια, ἃ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τοῖς βουλομένοις εἰδέναι τὸν πάντα νοῦν αὐτοῦ τῆς περὶ ἀναστάσεως ἀπιστίας. καὶ γὰρ καὶ ἄλλα ἔχει μεθ' ἕτερα * πολλὰ ἐν ταύτῃ τῇ τοῦ ψαλμοῦ ἀκολουθίᾳ. φάσκει γάρ «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει»· ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα κατὰ τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν νεκρῶν ἀναστάσεως πιστευόντων, ὡς ἀκεραίων ὄντων, πολλὰ μοχθηρὰ ἐπειπὼν καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος, οὔτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *, ἐκ τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν. Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων καὶ δικαιότατα ἀνατρεψάντων τὴν πᾶσαν αὐτοῦ ἐπινενοημένην ῥητορικὴν κακουργίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι, οἷα δὴ βραχὺς ὑπάρχων, ἀρκεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου εἰς τὸν περὶ τῆς ἀναστάσεως λόγον κατὰ τοῦ αὐτοῦ Ὠριγένους εἰρημένοις, ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. καὶ ἔστι τὰ ὑπὸ Μεθοδίου οὕτως, ὡς καὶ αὐτὸς ἐτάξατο· 2.421 Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου. 12. Ἐντεῦθεν οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *, τί νοοῦντες τὴν ἀνάστασιν *. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σῴζειν μὴ δυναμένους, *. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν *, εἰ συναναστήσεται τὰ ἀπορρεύσαντα ἐν