302
φλεβοτομίαις αἵματα καὶ σάρκες καὶ τρίχες αἱ πώποτε γενόμεναι ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι εἰς τὸ τῷ θεῷ ἐξεῖναι ποιεῖν ἃ βούλεται προστρέχουσιν· οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συνάγειν τῷ λόγῳ, ἃ πολλάκις ἀπεκκριθῆναι τῶν σωμάτων ἡμῶν 2.422 συνέβη *, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. προσηπορήσαμεν 2.422 δέ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν καὶ τοιαῦτα· ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις καὶ γίγνεται μέρη τῶν ἐκείνων σωμάτων, καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζῴων ἐσθιόμενα ἀντιμεταβάλλεται καὶ γίγνεται ἀνθρώπων ἢ ἑτέρων ζῴων σώματα. καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γίγνεσθαι μέρος. τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; καὶ οὕτως εἰς βυθὸν ἡμᾶς φλυαρίας ἀλόγου συμβήσεται ἐμπίπτειν. 13. Καὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεκιήλ «καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπον· κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου· καὶ ἐρεῖς πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωναῒ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ' ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος». τούτῳ μὲν οὖν ὡς πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ συλλέγουσιν 2.423 εὐαγγελικά, οἷον ὡς τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων» καὶ τό «φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» καὶ τὸ ἐν τῷ Παύλῳ «ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». 14. Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατὰ ταὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων. τοῦτο οὖν εἰς τὸν τόπον τοῦτον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζῴων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα, διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταὐτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν, καίτοι γε τοῦ οἱονεὶ Παύλου ἢ Πέτρου ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνον, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ' ἡμᾶς οὔτ' ἐπεισαγόμενόν τι ἔχει ποτέ, κἂν ῥευστὴ ᾖ ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶναι, ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας, καθ' ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι καὶ ἄλλα τινὰ ἰδιώματα, ὡς φακοὶ καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον· τοῦτο τὸ εἶδος, καθ' ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. ὥσπερ δὲ τὸ εἶδος ταὐτόν ἐστιν ἐκ βρέ2.424 φους μέχρι τοῦ πρεσβυτέρου, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν