303
παραλλαγήν, οὕτως νοητέον καὶ τὸ ἐπὶ τοῦ παρόντος εἶδος ταὐτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ τὸ κάλλιον μεταβολῆς. ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις. καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς· οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ' ὃ ἦν. 15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον. ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· «σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα πᾶσαν διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς τοῦ εἴδους σῳζομένου κατὰ τὴν ἀνάστασιν· «τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν». ἴσως μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον σῶμα διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα, σὰρξ δὲ οὐκέτι, ἀλλ' ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε πρὸς τὰ ἐν τῷ Ἰεζεκιήλ, 2.425 ἐφ' ὅσον ἐπὶ τούτοις βούλονται * οἱ ἁπλούστεροι· κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων. ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γὰρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον, ὥσπερ οὐδὲ ἐν τῷ «ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην», καί «ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μου» καί «ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου», φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι «αὐτοὶ λέγουσιν ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν». ἆρά γε λέγουσι «ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν», θέλοντες ἀνίστασθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ' ἄν· «ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν», ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες· ἐπιφέρουσι γοῦν τό «ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν». οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι «τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω. 16. Τὸ δέ «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων» πρὸς αὐτοὺς ἀπορητέον ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν Γέενναν ὄντες κατ' αὐτοὺς φάγονται. καὶ δεικτέον ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. «ὀδόντας γοῦν ἁμαρτωλῶν», φη2.426 σίν, «συνέτριψας» καὶ «τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος». τίς 2.426 δὲ οὕτως ἠλίθιος ὡς ὑπολαμβάνειν ὅτι τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ θεὸς τοὺς ὀδόντας αὐτῶν μόνον συντρίβει; ὥσπερ οὖν εἴ τις θέλων ταῦθ' οὕτως ἔχειν θλιβόμενος εἵλκετο ἐπ' ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγκρουσμὸν τῶν † ὀδόντων