304
ὧν ἐφρόνησε βρύξει τοὺς ὀδόντας. τὸ δὲ «φοβήθητε τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» τάχα μὲν διδάσκει ὅτι ἀσώματος ἡ ψυχή, τάχα δὲ καὶ δηλοῖ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν. καὶ τὸ παρὰ τῷ ἀποστόλῳ δέ «ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα», θνητοῦ ὄντος τοῦ σώματος καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν ὅτι τὸ σωματικὸν εἶδος περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὄν, «ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν», καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι «σῶμα θανάτου», ζωοποιηθὲν διὰ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος, ἐκ τοῦ σαρκικοῦ πνευματικὸν γεγονός. καὶ τό «ἐρεῖ δέ τις, πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;» γυμνῶς παρίστησιν ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, τηρητέον ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης καὶ δι' ὅλης αὐτῆς χωρήσας, περιδραξάμενός τε αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυ2.427 νάμεων ἐπιτίθησι τῇ ποτε γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ πυρί, καὶ νικήσας τὰς ἐκείνων ποιότητας μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει καὶ σχήματι καὶ ποικιλίᾳ. Πρόκλου τοῦ αὐτοῦ. 17. Ἃ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ τῆς ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀκόλουθα ἐφεξῆς. λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν, ἵν' ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως ἔχουσα, οὕτως ὁ λόγος οὗτος συμμετρίαν λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, ἀλλὰ μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων. τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἀδυνατοῦντος ἀτρέπτου δι' αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζόμενος χαρακτὴρ τηρηθήσεται, ἵν' ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει. οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τίθεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ' ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγιγνομένου καὶ ἀπογιγνομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ' οὗ καὶ συγκρα2.428 τεῖται τὸ σχῆμα, ἀνάγκη, φησί, τὴν ἀνάστασιν ἐπὶ μόνου τοῦ εἴδους σῴζεσθαι δεῖν προσδοκᾶν. καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι. ἤδη γὰρ πάντως ἑώρακας δέρμα ζῴου ἢ ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὃ εἰσρεῖ καὶ ἀπορρεῖ τὸ ὕδωρ. καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ὀφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ