305
εἴδους, καθ' ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα. καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ' ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως, πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν καὶ ἀεὶ διασῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον. ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ 2.429 αὐτοῦ, ὅμως ὁ χαρακτὴρ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ' ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αὐτῷ. 18. Καὶ ταῦτα μὲν οὖν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοῦς. ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ «πρωτότοκον τῶν νεκρῶν» καὶ «ἀπαρχὴν» αὐτὸν εἰρῆσθαι «τῶν κεκοιμημένων», λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων σώματα ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, «οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ», ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ σῶμα, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς, λέξομεν· ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν «ἐκ θελήματος ἀνδρός», «ἡδονῆς ὕπνῳ συνελθούσης», «ἐν ἀνομίαις συλληφθὲν καὶ κισσηθὲν ἐν ἁμαρτίαις», ἀλλὰ «ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καὶ παρθένου», τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος. καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ «ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον «ἀποφθέγγεται» κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας», καὶ ∆αυὶδ ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ «μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν 2.430 ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐξήσωμεν τὸν λόγον. Λοιπὸν Μεθοδίου· 19. Ὡς οὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν· ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν «σύν τε δύ' ἐρχομένω». καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. «διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν». συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ' ἡμῶν ὡπλισμένος λόγοις ἐκπέρσῃ τὴν ἀνάστασιν. ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, 2.431 ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους. ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ' ὅτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἔτι καὶ σεμνόν, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ