306
σοφισταί, οἳ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις. τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ' οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, καὶ πάντες εἰς τὸ ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *. θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγείλατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ ἐπ' ἰατρικῆς, δι' ἧς τοὺς κάμνοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν' ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα. ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλλώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν. 20. Εἰσὶ γάρ, εἰσὶν οἳ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, 2.432 καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, * ἐὰν μή τις πεφυλαγμένως αὐτοῖς τῶν ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶς. ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν καρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολλάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, κρύπτουσαι μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ. ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, δοκεῖ σοὶ ταῦτα τίθεσθαι; καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί. Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀληθείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲν ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιχειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες. οὐκοῦν ἀποξέοντες εἰ θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης, ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι καὶ γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου; Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον. Ἀλλ' ὠφέλιμον, ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστων γραμμάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώσκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι; Πάνυ πολύ, ἔφη. Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν τῆς ὁδοῦ ἢ ἐγὼ ἡγήσωμαι; ∆ίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κατάρχεις τοῦ λόγου. 2.433 21. Οὐκοῦν ἐλέγετο-φέρε γὰρ πρὸς μέρος ἐξ ἀρχῆς ἀκολούθως τὸν Ἀγλαοφῶντος ἐξετάσωμεν νοῦν-ἡ ψυχὴ τὸ σῶμα διὰ τὴν παράβασιν ὃ περικείμεθα τοῦτο ἀνειληφέναι, χρόνοις τοῖς ἄνω χωρὶς αὐτοῦ μακαρίως διάξασα. τοὺς γὰρ δερματίνους εἶναι χιτῶνας σώματα ἔφη εἰς ἃ ἐνεῖρχθαι συνέβη τὰς ψυχάς, δίκην ὅπως ὧν ἔδρασαν νεκροφοροῦσαι παράσχωσιν. ἢ οὐ ταῦτα πρῶτον ἦν ἐν ἀρχῇ τὰ λεχθέντα ὑπὸ σοῦ, ἰατρέ; ἀλλ' ἴθι, ὑπόμνησον, ἐάν τί σοι μὴ φαίνωμαι μεμνημένος. Οὐδὲν νῦν ὑπομνήσεως εἰς τοῦτο δέῃ· αὐτὰ ταῦτα γὰρ ἦν ἐν πρώτοις ἡμῖν τὰ εἰρημένα. Τί δέ; οὐχὶ καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἐλέγετο πολλαχῶς ὑπὸ σοῦ, ὡς ἐμποδὼν πρὸς τὴν κατάληψιν ἡμῖν τὸ σῶμα τῶν ὄντως ὄντων καὶ γνῶσιν διὰ τὰς