307
πρὸς τὸ κοσμεῖν ἀσχολίας αὐτὸ καὶ θεραπεύειν γίγνεται καὶ τὰς ἄλλας τὰς περὶ τὴν ἐπιθυμίαν τῆς γαστρὸς προσβολάς, ἔτι τε βλασφημιῶν καὶ παντοίων αἴτιον ἁμαρτημάτων διὰ τὸ μὴ δύνασθαι καθ' ἑαυτὴν δίχα σώματος ὅλως ἁμαρτῆσαι ψυχήν· καὶ διὰ τοῦτο, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκτὸς ἁμαρτήματος ὅπως ἔσοιτο καὶ παρακοῆς ἐν τοῖς οὐρανοῖς, ἔνθα καὶ τὰς διατριβὰς ἕξει μετὰ τῶν ἀγγέλων, ἐλευθέραν αὐτὴν καὶ γυμνὴν χρῆναι διαμεῖναι σώματος, ἐπειδήπερ τὸ σῶμα τοῦ χραίνεσθαι τοῦτο καὶ ἁμαρτάνειν παραίτιον αὐτῇ καὶ συνεργὸν γίγνεται; ἄνευ γὰρ σώματος ἀμήχανον ἁμαρτῆσαι ψυχήν. ὅθεν ἵνα τὸν ἄπειρον ἀναμάρτητος αἰῶνα τηρηθῇ, οὐκέτι τὸ ταλαντεῦον αὐτὴν εἰς τὴν φθορὰν κάτω καὶ τὴν ἀδικίαν σῶμα λήψεσθαι. Ἀλλ' ἐλέχθη καὶ τοῦτο. Τί δέ; καὶ καλῶς σοι τοῦτο καὶ ὀρθῶς, ἔφην, ἥγησαι λελέχθαι; Καὶ τί σοι, ἔφη, τοῦτο διαφέρει; ἀλλὰ οὐκ ἐξελέγχεις τὸν λόγον. Οὐδέν, ἦν δὲ ἐγώ, ἀλλὰ δι' ἃ εἴρηκας ὅπως ἐξετάζηται ὁ λόγος. Καλῶς καὶ ὀρθῶς, ἔφη. Καλῶς δέ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα; Οὐδ' ὁπωστιοῦν. 2.434 Ἀμούσως γὰρ οὗτός σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρίνεσθαι; Πάντων μάλιστα, ἔφη. Οὐκ ἄρα ἀποδέχῃ τὸν τὰς ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων; Οὐδ' ὁπωστιοῦν. Οὐκοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ' ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχὰς ἀποσφαλείσας τῆς ἐντολῆς καὶ φράσας διὰ τὴν ἀνομίαν τοὺς χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώματα φράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἃ τὸ πρῶτον ὑπέθου μὴ δύνασθαι καθ' ἑαυτὴν τὴν ψυχὴν ἁμαρτῆσαι λέγεις. οὐ πεφυκέναι γὰρ ὅλως πρὸς τοῦτο, ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι. ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν αὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ, καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματος τὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεσμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν. ὥστε ἢ τὸ πρότερον ἢ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε καὶ οὐδέν τι μᾶλλον κἂν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἢ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ χιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι. εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες. ἀλλὰ πότερον πείθω σε καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχόμενα ὑπέθου καὶ σοὶ τοῦτο γεγένηται σαφὲς ἢ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὃ λέγω; 2.435 Μανθάνω, ἔφη, καὶ οὐδέν τι δέομαι δεύτερον ἀκοῦσαι, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάγκη γάρ μοι δεδωκότι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι, ἀνθ' ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παράβασις ἐγένετο, -διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατασκευάζονται καὶ οὐχ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται-καὶ ἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ' αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἂν μὴ λάβῃ τὸ σῶμα, ἁμαρτήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ἥμαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή