308
με καὶ τὰ εἰρημένα. 22. Τί δέ, οὐχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν; Τὸ ποῖον; Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ προφήτης «δεσμίους γῆς» ἔφη ἡμᾶς διὰ τοῦτο καὶ ὁ ∆αυὶδ «πεπεδημένους». Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ; Καὶ ἐγώ-ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τῷ 2.436 λόγῳ-· οἴει γάρ με κατὰ φθόνον ἐπιχειρεῖν σε ἐλέγξαι, ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ', ὦ ἀγαθέ, μὴ ἀποκάμῃς ἀνερωτώμενος. ὁρᾷς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ' οὖν τίνα τρόπον χρὴ πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι. ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα· ἀποσάφει καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μᾶλλον τῆς ἀληθείας φροντίσας ἢ ἐμοῦ, ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. φέρε οὖν παραλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ. Πάνυ μὲν οὖν, ἔφη, καὶ δι' ἃ εἴρηκα. Καὶ σὺ δέ, ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί. Ἀληθῆ, ἔφη, μοι λέγεις. Καὶ μὴν καὶ ἀκολασίας καὶ πλάνης καὶ λύπης καὶ θυμοῦ καὶ συλλήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἃ ἐμποδίζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς ψυχῆς, μὴ ἐῶντα τῶν ὄντως ὄντων εἰς κατάληψιν ἡμᾶς καὶ γνῶσιν παρελθεῖν. κἂν γὰρ ἐπιχειρήσωμεν 2.437 θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμπίπτων ζόφος ζοφοῖ τὸν λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἡ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ἀπάτης δὲ καὶ ἡ διὰ τῆς ὄψεως, ἀπάτης καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων. Ὁρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὀρθῶς διασαφῇς τοὺς λόγους; 23. Ἄρα οὖν, ἵνα δή με καὶ μᾶλλον ἐπαινέσῃς, εἰ δεσμὸς τὸ σῶμα καθ' ὑμᾶς δοκεῖ, οὐ δύναται κακίας ὑπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας. ὧδε δὲ σκόπει· οὕτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ σώματα κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς; ∆ῆλον, ἔφη. Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς; Ἀνάγκη. Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως; Ναί. Τὸ δὲ δίκαιον πάγκαλον; Ὡμολόγει. Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει; Συνέφη. Τὸ δὲ καλὸν ὠφέλιμον; Φαίνεται. Ὠφελοῦνται ἄρα οἱ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμάκοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νόσον ἀδικίαν ἀποβάλλοντα. Ὡμολόγει. Τί δέ; οὐ κατὰ ἀναλογίαν τῶν ἁμαρτηθέντων τὰς κολάσεις τοῖς κολαζομένοις δικαίως προσφέρεσθαι φῄς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας; Ἐπένευσεν. 2.438 Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεσμοῖς; Ὡμολόγει. Ζημιοῦται δὲ ὁ ὀφλήσας, ἔφην, δεσμοῖς ἢ πληγαῖς ἢ ἄλλῃ τινὶ τοιαύτῃ τιμωρίᾳ, ὅπως παύσηται μεταγνοὺς τοῦ ἀδικεῖν, ξύλον καθάπερ διεστραμμένον βασάνοις εὐθυνόμενος; Ἀληθέστατα, ἔφη, λέγεις. Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δικαστής, ἀλλὰ τοῦ μέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο. ∆ῆλον, ἔφη. Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει. Ἀληθές. Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς,