309
ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν ἔστ' ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν. Φαίνεται, ἔφη. Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν. Ἔοικε. Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους ἀλεξιφάρμακον ὢν ψυχῆς, αὐστηρὸν μὲν καὶ δηκτικόν, ἀλλ' ἰατικόν. ∆ῆλον, ἔφη. Τί γάρ; φέρε, ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθεν. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶναι τῆς ψυχῆς; Καὶ δίδωμι, ἔφη. 2.439 Ἁμαρτάνειν δὲ τὴν ψυχὴν μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώματος ἡ ψυχὴ ποιεῖ; Ἐπένευσεν. Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν; Ὡμολογήσαμεν, ἔφη. Κωλύεσθαι δὲ ἀλγυνόμενον ὑπὸ τῶν δεσμῶν; Ναί. ∆εσμὸς δὲ ἡ σὰρξ τῆς ψυχῆς; Ἐπένευσεν. Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός; Ἁμαρτάνομεν, ἔφη. Ὁ δὲ πεπεδημένος οὐ δύναται ἁμαρτάνειν; Καὶ ἐνταῦθα ἐπένευσεν. Ἄγχεται γάρ; Ναί. Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ; ∆ῆλον. Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν; Ναί. Εἴργει δὲ ὁ δεσμός; Συνέφη. Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ ἄλλον, ἔφην, ὦ Ἀγλαοφῶν, ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν. Συνεχώρει. 24. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ Ἀγλαοφῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἱρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔφης; πῶς γὰρ συνᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ 2.440 δεσμῷ, ὅπερ ἀδύνατον; εἰ γὰρ διὰ τὴν ἁμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖσαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πᾶσαι πρὸς ἐπανόρθωσιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται. οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον, συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ' ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμῶν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους. κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ τὸ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυλάκτως, ἀλλ' οὐ πεπεδημένων. ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηὐξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο; πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό «ἰδού, πρὸ προσώπου σου» λέγεται «τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν» καί «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου». ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη. ὥστε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν ἢ δεσμοὺς δεῖν νομίζειν τὸ σῶμα μήτε δεσμώτιδας γῆς διὰ ταῦτα τὰς ψυχάς, χοϊκαῖς κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι πέδαις. πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆναι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ 2.441 ψυχῇ διὰ τὸ δεσμὸν αὐτὸ καὶ πέδας εἶναι, ἵνα μὴ αἰώνιοι γενώμεθα κατάκριτοι δεσμῶται κατ' αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοι. λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾧ «δεσμὸν τῆς ψυχῆς» ὡρίσαντο εἶναι τὴν σάρκα, λέλυται καὶ τό· «ἵνα μὴ δεσμῶται δι' αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς-ἢν ἀπολαμβάνωμεν-ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήσεται». 25. Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἕτερον ἀλήθευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἐναργέστερον, οὗ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν