311
δεσπόζειν. καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως 2.444 δίδονται καὶ μορφαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος θεοῦ ἐγέννησε· τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ πατρὸς καὶ μονογενοῦς εἰκόνα. «ἐποίησε γὰρ ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν»· διὸ καὶ ἐμέλησεν αὐτῷ τῆς τοῦ σφετέρου ἀγάλματος διαμονῆς, ἵνα μὴ εὐάλωτον ᾖ πρὸς διαφθοράν, καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δημιουργοῖς. οὐ γὰρ μόνον τοῦ κάλλους τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται, εἰς τὸ εἰς μακραίωνα χρόνον διασῴζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. οὗτος γὰρ μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον ἐξ ἐλέφαντος δὲ τοῦτο ἦν ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό. καὶ τοίνυν εἰ τῶν χειροκμήτων οὕτως οἱ δημιουργοί, θεὸς ὁ ἀριστοτέχνας, ὃς πάντα δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο, ἀλλ' εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδίδοσθαι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσίν, κατ' εἰκόνα μορφοποιήσας αὐτὸ καὶ καθ' ὁμοίωσιν τὴν 2.445 ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι' ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν. ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο. 28. Ἀλλ' ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν, ὦ Ἀγλαοφῶν, λέξετε· καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ' ὑμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; ἀμήχανον γάρ, ἐπεὶ οὐκ ἔστιν * ἀθάνατον. ἐπειδή, λέξω, γενόμενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ καὶ τοῦτον τὸν θεσμὸν εἰληφὸς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν. «ὁ γὰρ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». καὶ γὰρ «ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων»· «φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον», καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ. πόθεν οὖν ὁ θάνατος; πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο δύσφημον, λέξομεν. πόθεν οὖν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ. εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο; εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός· ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώλεθρος καὶ ἀνενδεής. τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἅπαντα ταῦτα ὑπάρχειν δεῖ, ὁ δὲ διάβολος καταργεῖται καὶ κολάζεται. τὸ δὲ κολαζόμενον ἀλλοι2.446 οῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον, οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος. εἰ δὲ γενητὸς καὶ πᾶν τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; ἀλλὰ τὸ ἀγένητον ἓν εἶναι μόνον νοεῖσθαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἕτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ· «ἐγώ», γάρ φησιν, «πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος θεὸς οὐκ ἔστιν». οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ ὁ υἱὸς «οὐδὲν ἀφ' ἑαυτοῦ δύνασθαι ποιεῖν» ὁμολογεῖ, «ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα»· «ἃ γὰρ ἄν», φησίν, «ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». οὐδὲ μὴν πολέμιόν τι ἢ ἀντίξουν αὐτῷ ἢ ἀντίθεόν ἐστιν· ἐπεὶ κἂν εἰ ἀντέπρασσέν τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ