313
δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτὸν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ. 31. Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν οὐ γὰρ ἅπαξ ῥητέον φράζωμεν. αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεχθεῖσαν αὐτῷ θεασάμενος «τοῦτο νῦν ὀστοῦν» ἐφώνησεν «ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, 2.450 καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυθριασμένως τὴν γραφήν, ἵνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ὀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις· καὶ ταῦτα οὕτως ὡς γέγραπται παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν γραφήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται «οὐκ ἀνέγνωτε ὅτι ἀπ' ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἑξῆς. πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό «αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν» παραληπτέον; ἢ τό «ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἔπλασε τὸν ἄνθρωπον», ὃ κυρίως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται· οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή. ὥστε συνέστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματίνων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται, τὰ δὲ κατὰ τοὺς χιτῶνας μετὰ τὸ ἐκπεσεῖν. Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἱκανῶς ἀποδείξαντες μὴ εἶναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν. οὐ γὰρ ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ τῆς ζωῆς ἀλλ' ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν. ἐπεὶ διὰ τί τὸν Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως ἤθελε ζωῆς τὸν ἄνθρωπον ἀγευστήσαντα ἀποθανεῖν εἰς τὸ παντελές; εἰ 2.451 δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τὸν θεὸν εἰσάγων. ἀλλ' οὔτε ἀξύνετος τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώσκων τὰ μέλλοντα. ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σῴζεσθαι εἰς τὸν αἰῶνα φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶτον θανάτῳ τὴν ἁμαρτίαν, ἵν' οὕτως μετὰ τὸ ἀποθανεῖν ἐκτακείσης τῆς ἁμαρτίας ἐγερθεὶς ὁ ἄνθρωπος καθαρὸς γεύσηται τῆς ζωῆς. 32. Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἑτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτην ἀθανασίας δεκτικὴν ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασφημεῖ. διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; ὡς δυναμένου γὰρ αὐτοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται. φησὶ γάρ «καὶ ἐποίησε κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς· καὶ εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη, καὶ