317
«τίς γὰρ ἡμᾶς» φησίν «χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» ὃς ἑρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος; «θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς». ἀληθέστατα· ἵνα πληρωθῇ, καθὼς ἔφην, τό «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται» «ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ» πρὸς ἀπώλειαν. διὸ καὶ «ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», ἵνα «ἀποθανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῷ θεῷ». καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὧδε πάλιν προχειριστέον. 2.460 39. Εἰ πᾶν τὸ γεννώμενον νοσεῖ προτείνει γὰρ οὕτως ὁ ἐξ ἐναντίας καὶ κατὰ τὴν γένεσιν καὶ κατὰ τὴν τροφήν ἀπὸ τῶν προσιόντων γάρ, φησίν, αὔξεται καὶ ἀπὸ τῶν ἀπιόντων ἐλαττοῦται, τὰ δὲ μὴ γεννώμενα ὑγιαίνει, ὅτι μὴ νοσεῖ, μηδὲ προσδεῖται ἢ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ τὰ γεννώμενα καὶ συνουσίας καὶ τροφῆς, τὸ δὲ ἐπιθυμεῖν νοσεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι μηδὲ ἐπιθυμεῖν ὑγιαίνειν, νοσεῖ δὲ τὰ γεννώμενα ὅτι ἐπιθυμεῖ, τὰ δὲ μὴ γεννώμενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγιγνομένων καὶ ἀπογιγνομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, -οὐ δύναται ἄρα ἀπαθὴς εἶναι ὁ ἄνθρωπος καὶ ἀθάνατος. καταπίπτει μὲν οὖν καὶ ἐπὶ τούτοις αὐτοῖς ὁ λόγος. εἰ γὰρ πᾶν τὸ γιγνόμενον ἢ γεννώμενον ἀπόλλυται διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ' ἐγενήθησαν, γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ «ὁ ποιῶν, γάρ φησιν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα», ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ' αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ' οὔτε οἱ ἄγγελοι οὔτε αἱ ψυχαὶ ἀπόλλυνται. ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος. οὐκ ἀρεστὸν δὲ οὐδ' ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν. εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας τὸν κόσμον ὁ θεός; ἀλλ' οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. 2.461 οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ σοφία συνίστησιν «ἔκτισε γὰρ εἰς τὸ εἶναι» λέγουσα «τὰ πάντα ὁ θεὸς καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου». καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ λέγων «ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». «τῇ γὰρ ματαιότητι, φησίν, ἡ κτίσις ὑπετάγη», ἐλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν· οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα. μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέστερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ θεοῦ ἐν τῇ ἀναστάσει, δι' οὓς στενάζει καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἐκδεχομένη, ὅπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκὸς κατὰ τὸ γεγραμμένον «ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον, Ἱερουσαλήμ», ἐλευθερωθέντων τε τῆς ἁμαρτίας ἐλευθερωθήσεται καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοσύνῃ. «οἴδαμεν γάρ, φησίν, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοί, τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν