318
ἑαυτοῖς στενάζομεν τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν». καὶ ὁ Ἠσαΐας δέ· «ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ 2.462 καινή, ἃ ἐγὼ φησί ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως ἔσται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν». καὶ πάλιν «οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι». ὄντως γὰρ οὐκ εἰς κενὸν οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε κατὰ τοὺς φρονοῦντας μάταια τὸ πᾶν ὁ θεός, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι καὶ διαμένειν. διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρανὸν μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν. διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἔτι πλείων τῶν εἰρημένων γίγνοιτο. οὔτε γὰρ εἰς ὕλην ἀργὴν καὶ τοιαύτην ἔτι κατάστασιν, οἵα καὶ πρὸ τῆς διακοσμήσεως ἦν, διαλυθὲν ἀναστοιχειωθήσεται τὸ πᾶν οὔτ' αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν. 40. Ἐὰν δέ· πῶς οὖν, ἐὰν μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὁ μὲν κύριος τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη καὶ τὴν γῆν, ὁ δὲ προφήτης ἀπολεῖσθαι μὲν τὸν οὐρανὸν ὡς καπνόν, τὴν δὲ γῆν ὡς ἱμάτιον παλαιωθήσεσθαι; ἐπειδήπερ ἔθος ταῖς γραφαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀπὸ ταύτης τῆς καταστάσεως τοῦ κόσμου μεταβολὴν ἀπώλειαν λέγειν, οἷον τοῦ πρόσθεν σχήματος ἀπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότερον ἁπάντων ἐξαλλαγήν· ὅτι μηδεμία ὑπεναντίωσις ἢ ἀτοπία ἐν τοῖς θείοις λόγοις. «παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου» καὶ οὐχ ὁ κόσμος εἴρηται. οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς γραφὰς 2.463 τὴν πρὸς τὸ ἄμεινον ἔσθ' ὅτε καὶ εὐμορφότερον τροπὴν τοῦ πρόσθεν σχήματος, οἷον ὥσπερ ὁπόταν τις ἀπώλειαν λέγοι τοῦ κατὰ τὸ νήπιον σχήματος τὴν εἰς τὸν ἄνδρα τὸν τέλειον μεταλλαγήν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου. «ὅτε γὰρ ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην, ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου». ταραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν ὥσπερ τεθνηξομένην κατὰ τὴν ἐκπύρωσιν, ἵνα καὶ ἀνακτισθῇ, οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον, ὅπως οἱ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι τῷ κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν «ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται» ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ «καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», τοῦ περιέχοντος τῆς εὐκρασίας ἐπιτροπεύοντος λοιπὸν τοῦ θεοῦ. ἐσομένης γὰρ καὶ μετὰ τοῦτον τὸν αἰῶνα γῆς ἀνάγκη πᾶσα ἔσεσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξομένους ἢ γαμήσοντας καὶ γεννησομένους, ἀλλ' ὡς ἀγγέλους ἀμεταστρόφως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράξοντας. διὸ ληρῶδες τὸ ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος μήτε γῆς μήτε τῶν ἄλλων ἐσομένων. 41. Ἄξιον δὲ κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολλὴν διάπτωσιν, εἰ δεῖ παρρησίαν ἄγειν περὶ τηλικούτων, ὦ Ἀγλαοφῶν, διαλεγομένους πραγμάτων. φράσας γὰρ ἀποφήνασθαι τὸν κύριον ὡς οἱ 2.464 τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες «οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί, καὶ ἡμᾶς δὲ ἄρα ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν», οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας ἐκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους. ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ μία σύστασις καὶ φυλὴ καὶ φατριὰ τῶν ἀθανάτων, ἀλλὰ γένη καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται οὔτε αὖ πάλιν εἰς