319
ἑτέραν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεγόνασιν. ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθεὶς ἀπὸ τῆς ἐξ ἀρχῆς διακοσμήσεως, ἀθάνατος ὢν τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων, τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι, μεταβάλλονται. ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν. χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι 2.465 τόποι καὶ τὰ ἄκρατα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ' ἂν ὁ λόγος ἀναβὰς εἰς κίνδυνον πέσῃ. 42. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ' ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν. ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον τοῦτο. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν. οὐκοῦν εἶναι τὸν ἄνθρωπον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος παρὰ τὸν ἄνθρωπον ὁ ἄνθρωπος γενηθῇ. δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι. ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος. «ἔκτισε», γάρ φησιν ἡ σοφία «τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα 2.466 τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος. 43. ∆ιὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός-δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, «προσῆλθον δὲ αὐτῷ» εἰπών «καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν»-ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῶς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων «ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν», οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν' ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ. οὐ γὰρ εἶπεν «ἔσονται ἄγγελοι», ἀλλ' «ὡς ἄγγελοι», οἷον «δόξῃ μὲν καὶ τιμῇ» κατὰ τὸ γεγραμμένον «ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες» καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· 2.467 ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος. καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ' ὡς ἥλιον,