320
ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, ἐγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἂν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ δὲ μὴ ἔστι χρυσός, ἀλλὰ ἐγγὺς τοῦ εἶναι χρυσὸς καὶ φαντάζεσθαι τὸν χρυσόν, οὐ χρυσὸς ἀλλ' ὡς χρυσὸς λέγεται. οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος. ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ' ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγῃ καὶ ὁ προφήτης «καὶ ἀναστήσω τὴν σκηνὴν ∆αυὶδ τὴν πεπτωκυῖαν». ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς «γῆν χώματος». οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται. θνῄσκει δὲ σάρξ, ψυχὴ γὰρ ἀθάνατος. καὶ τοίνυν εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστὸς ἀλλὰ τὸ πεπτωκὸς καὶ 2.468 κλιθὲν διανίσταται κατὰ τὸ γεγραμμένον «μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέψει»; 44. Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ ἐδίδαξεν ἀναφανδὸν ὁ κύριος καὶ δι' ἑαυτοῦ καὶ διὰ Σολομῶνος εἰπών· δι' ἑαυτοῦ μὲν ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δεικνὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ ἐπιγραφομένῃ Σοφίᾳ, ἔνθα «δικαίων αἱ ψυχαὶ ἐν χειρί» γέγραπται «θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης». ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ ψυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείμενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα. Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζεται λέγειν ἔσεσθαι, πολλὴ μὲν μωρία τοῦτο καὶ ἀλογία. δεῖ γὰρ φθορὰν πρῶτον καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἵνα δείξῃ δὴ καὶ τὴν ἀνάστασιν, μή τοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι. ὅμως γοῦν δοτέον αὐτῷ θνητὴν ὁρίσασθαι τὴν ψυχήν. δυοῖν γάρ τοι θάτερον ἐνταῦθα θετέον, ἢ ἀληθῆ τὸν κύριον ἀποφήνασθαι ἀθάνατον τὴν ψυχὴν διδάσκοντα καὶ ψεῦδος τὸ φθείρεσθαι αὐτὴν λέγοντα ἢ φθείρεσθαι καὶ ψεῦδος τῷ ἀνώλεθρον αὐτὴν καὶ ἀθάνατον εἶναι διδάσκειν 2.469 λέγειν τὸν Χριστόν, καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει καὶ ἐν τῇ κατὰ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν ὀπτασίᾳ. ἀλλ' οὐδὲν ὁ κύριος ἄλλως ἐφθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάντασμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν, ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἠλίαν καὶ τὸν Μωυσέα, ἀλλ' ὃ ἦσαν ἀψευδῶς· ὥστε, ὡς ἔπος εἰπεῖν, καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν. 45. Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίγνεται καὶ οὐ ψυχῆς, ὅπως ἡ πεπτωκυῖα τοῦ ∆αυὶδ εἰς τὴν φθορὰν ἀνασταίη σκηνή, καὶ ἀναστᾶσα καὶ ἀνοικοδομηθεῖσα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ἀπήμων λοιπὸν καὶ ἀδιάπτωτος διαμένοι, ὅτι μὴ τῷ θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ ∆αυὶδ ἔμελεν, ἵν' ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἰκίαν σχῇ καλήν, ἀλλὰ τὴν σάρκα, τὸ σκῆνος τῆς ψυχῆς, ἣν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο. σκοπεῖσθαι δέ σε, ὦ σοφώτατε Ἀγλαοφῶν, οὕτως χρή. πάντως δὲ ῥᾷστα μαθήσῃ τοῦτο, ἐὰν ἐπὶ τὴν τοῦ καθεύδειν εἰκόνα προσσχῇς καὶ ἀνίστασθαι. εἰ γὰρ τὸ ὑπνοῦν ἀπὸ τοῦ ἐγρηγορέναι καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίγνεται καὶ τοῦτο θανάτου καὶ