323
αὐτοὺς καὶ ηὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτοὺς καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν»· πρόσθεν εἰπών «καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται». ἀλλὰ καὶ ἐν τῷ ˉρˉκˉγ ψαλμῷ τό «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν», οἱ μάρτυρές εἰσιν οἱ ψάλλοντες. δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἷς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες· 2.475 «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν», τὸ δικαστήριον τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ' οὓς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν· «δοκίμασόν με» γάρ φησι «κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα προτιμήσας τε τοῦ παιδὸς τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι «Ἀβραάμ, φεῖσαι τοῦ παιδός σου» ἀπορρίψας τὸ ξίφος· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον». λεγέτω καὶ ὁ Ἰὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ «ἢ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. ἔθου θλίψεις ἐναντίον ἡμῶν, κύριε, ἵνα ἡμᾶς ὡς χρυσίον ἐν χωνευτηρίῳ δοκιμάσῃς». λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες, δροσιζόμενοι ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ, ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητὶ καὶ τῶν ὑδάτων εἰς τὴν καυστικὴν μεταβληθέν2.476 των φύσιν, ὑπεξαλύξαντι τὰς ὁρμάς· «διῆλθον διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν». σὴ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία «ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· κἂν διαβαίνῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε». ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα. 49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφανταζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ» καὶ βοῶσι, ὅτι τῇ πρὸ τῆς ἐντολῆς ζωῇ τὴν ἐν τῷ πρωτοπλάστῳ ἐν παραδείσῳ διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν»· ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχεσθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ' ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγεν τό «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν»· πρόσθεν εἰπὼν τό «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ». θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας· δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι ἀλήπτους τε εἶναι καθ' ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες πάλιν ἀνέτρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον·