325
ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι», λεκτέον αὐτῷ· πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἦν ἐκ τοῦ βίου καὶ οἷς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἦν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἐπεσταλκέναι ταῦτα, οὐ λεκτέον. φανερὸν γὰρ ὅτι ἦν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἷς ταῦτα ἐπέστελλεν. πῶς οὖν «ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν» ὡς οὐκ ὢν οὔτε αὐτὸς ἔτι ἐν σαρκὶ οὔτε οἷς ταῦτα ἐπέστελλεν, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῷ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου. ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον· γέγραπται γάρ «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει». ὥσπερ οὖν ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων *, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴ ψυχὴ μὲν ἀπόλλυται, τὰ ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ ἐν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται. ὑποβὰς δὲ καὶ εἰπών «οἱ δὲ ἐν σαρκὶ 2.480 ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» εὐθέως ἐπιφέρει «ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν» καὶ μετ' ὀλίγον «ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο. 51. Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες· πῶς δὴ οὖν «τὸ φρόνημα τῆς σαρκός» εἶναι εἴρηται «ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται», λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον. καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὑποτάσσεται τῷ δημιουργῷ. οὐδὲ γὰρ δύναται· ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ. καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην σκληρότητα. οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα· ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν «παλαιὰν ζύμην» κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελείως ἀφ' ἡμῶν ἀιστωθῆναι, ὁτὲ δὲ «νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ αἰχμαλωτίζοντα». ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαί2.481 νοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ' ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι; ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ