327
ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ τρυφὴ σώματος· μεθ' ὧν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀναπτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω διολισθήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ. καὶ τοίνυν εἰ τὰ σώματα ἡμῶν ἐν ἁγιασμῷ διακρατούμενα «ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος πνεύ2.484 ματος», καὶ «ὁ κύριος ἐν τῷ σώματι», καὶ τὰ μέλη τοῦ σώματος «μέλη Χριστοῦ», ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τῷ θείῳ καὶ «κληρονομῆσαι δύναται τὴν βασιλείαν τοῦ θεοῦ». «ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει» φησί «καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν», «ἵνα τὸ θνητὸν τοῦτο ἐνδύσηται τὴν ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν ἀφθαρσίαν, εἰς νῖκός τε καταποθῇ ὁ θάνατος». οὐ γὰρ περὶ ἄλλου διελάμβανεν καθ' ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ νεκρουμένου, δι' οὗ καὶ πορνεῦσαι καὶ ἄλλως ἁμαρτῆσαι δυνατόν. 54. Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὑποτοπάζωσιν ἵνα δὴ καὶ ταῦτα αὐτοῖς ἐπιτρέψωμεν λογικεύεσθαι καὶ σῶμα μὲν ἄλλο νομίζοιεν, οἷον αὐτῆς τῆς ψυχῆς τὸ ἴδιον, ὃ μὴ βλέπεται, σάρκα δὲ τοῦτο τὸ ἔξω τὸ βλεπόμενον, λεκτέον, ὡς οὐ μόνον ὁ Παῦλος καὶ οἱ προφῆται σῶμα γιγνώσκουσι τὴν σάρκα ὀνομάζεσθαι ταύτην, ἀλλὰ καὶ ἄλλοι ἔξωθεν φιλόσοφοι, παρ' οἷς δὴ μάλιστα καὶ ἡ τῶν ὀνομάτων ἀκρίβεια παρατετήρηται. σὰρξ γὰρ ὅλως, εἰ βούλονται καὶ περὶ τούτων ἐπιστημόνως ἐπισκέψασθαι, πᾶς ὁ ὄγκος οὗτος τοῦ σκηνώματος ἡμῶν κυρίως οὐ λέγεται, ἀλλά τι μέρος τοῦ ὅλου, καθάπερ ἢ ὀστᾶ ἢ νεῦρα ἢ φλέβες, σῶμα δὲ τὸ ὅλον. ὅθεν καὶ ἰατροί, οἳ δὴ καὶ περὶ φύσεως σωμάτων ἀκριβῶς διειλήφασι, σῶμα γιγνώσκουσι τοῦτο τὸ βλεπόμενον. ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὐτὸ τοῦτο τὸ σῶμα σῶμα καὶ αὐτὸς ἐπίσταται. ἐν γοῦν τῷ Φαίδωνι ὁ Σωκράτης «ἄρα μὴ ἄλλο τι τὸν θάνατον ἡγούμεθα εἶναι» ἔφη «ἢ 2.485 τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν»; καὶ εἶναι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ' ἑαυτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος; ὁ γάρ τοι Μωυσῆς ὁ μακάριος ἥκομεν γὰρ καὶ ἐπὶ τὰς κυριακὰς ἤδη γραφάς οὐ σῶμα τοῦτο ὀνομάζειν ἐπίσταται, ὃ βλέπομεν· «καὶ πλυνεῖ τὰ ἱμάτια» λέγων ἐν τοῖς καθαρισμοῖς ὁ ἐπιψαύσας τοῦ ἀκαθάρτου «καὶ λούσεται τὸ σῶμα ὕδατι» «καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας». τί δὲ καὶ ὁ Ἰώβ; οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, «φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων» λέγων; ἀλλὰ καὶ ὁ Σολομῶν ὅτι «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας». καὶ ἐν τῷ ∆ανιὴλ ἐπὶ τῶν μαρτύρων «οὐκ ἐκυρίευσεν αὐτῶν τὸ πῦρ τοῦ σώματος» λέγεται, «καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη». καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τί φάγητε ἢ τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;» καὶ ὁ ἀπόστολος δὲ «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι» λέγων, σῶμα γινώσκειν τοῦτο ὃ περικείμεθα συνίστησιν, καὶ πάλιν «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν» καὶ πάλιν «ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος», καὶ πάλιν «καὶ μὴ ἀσθενήσας Ἀβραὰμ τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον». καὶ πάλιν «τοὺς γὰρ ἅπαντας ἡμᾶς φανερωθῆναι δεῖ 2.486 ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε», καὶ πάλιν «αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής», καὶ πάλιν «οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ