328
σώματος οὐκ οἶδα» καὶ πάλιν «οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα», καὶ πάλιν «αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». οἱ δέ, ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδέν, ἐν σάλῳ καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὐτοῦ τὰς διανοήσεις τῶν λόγων καὶ ἕδραν οὐκ ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμιλούσας παλίμφημα, ὁτὲ μὲν τὴν σάρκα ἀνίστασθαι, ὁτὲ δὲ οὐκ ἀνίστασθαι. 55. Ὅθεν ἵνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἕν, ὅπως τελείως ἐκτέμνωμεν τὴν ὕδραν, εἰς τὸ προκείμενον πάλιν ἐπανελεύσομαι· ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἃ προσαποροῦσι κεφάλαια θεὶς καὶ ἃ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα. ἴδωμεν δὴ οὖν ἃ τὸ πρῶτον εἰς τὸν ἀπόστολον προήχθημεν εἰπεῖν. τὸ γάρ «ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ, ἐπειδὴ πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν «χοῦν ὁ θεὸς 2.487 ἀπὸ τῆς γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον». ἐκτὸς δὲ ἐπιθυμίας διήγομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας ἀλόγου προσβολάς, βιαζομένης ἡμᾶς ἑλκτικαῖς ἡδονῶν περιαγωγαῖς πρὸς ἀκρασίαν. τὸ γὰρ μὴ ἔχον διορισμὸν καθ' ὃν δεῖ πολιτεύεσθαι μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογισμοῦ, ποίῳ χρῆσθαι αἱρεῖται πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυνον παντὸς λεκτέον ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι μὴ δύναται τούτων ἐπιθυμῆσαι ὧν μὴ κεκώλυται. κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ' ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ. πῶς γὰρ οὗ μὴ κεκώλυταί τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν», ἔφη, «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις». ἀκούσαντες γάρ «ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐνεκίσσησαν. οὐ γὰρ ὧν ἔχει καὶ ὧν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς, ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλὰ ὧν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει. διὸ δὴ καλῶς «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν» ἐλέχθη, «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις», ὃ δή ἐστιν, εἰ μὴ εἴρητο «οὐ φάγεσθε ἀπ' αὐτοῦ». ἐντεῦθεν γὰρ ἐκτήσατο τόπον καὶ ἀφορμὴν εἰσελθεῖν εἰς τὸ διαπαῖξαί με καὶ παρατρέψασθαι ἡ ἁμαρτία. 2.488 56. ∆οθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν διὰ τῆς ἐντολῆς ὁ διάβολος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν, παρορμήσας με καὶ προσκαλεσάμενος ἐντέχνως εἰς ὄρεξιν καταπεσεῖν τῶν κεκωλυμένων. «χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά»· οἷον οὐ δοθείσης γὰρ οὐδὲ οὔσης οὐδέπω τῆς ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία· «ἐγὼ δὲ ἔζων» ἀμέμπτως πρὸ τῆς ἐντολῆς, οὐκ ἔχων διορισμὸν καὶ διαταγήν, καθ' ἣν ἔδει πολιτεύσασθαι, ἧς καὶ διολισθήσας ἁμαρτήσομαι. «ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαι ὃ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος. ἡ γὰρ παραίνεσις τοῦ θεοῦ καὶ παραγγελία ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ καὶ κατ' αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι' αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη καὶ καταδίκην, ἐπειδὴ ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὕτως ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν καὶ εὑρετήν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν