329
πρὸς παρακοὴν ἐξηπάτησέ με καὶ ἀπατήσας ἀπέκτεινεν, ὑπεύθυνον τῷ «ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι γενέσθαι κατεργασάμενος. «ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ τοῦ θεοῦ ἁγία καὶ δικαία 2.489 καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι, ἀλλ' ἐπὶ τῷ σῶσαι ἐδόθη. μὴ γὰρ οἰώμεθα ὅλως ἀνωφελές τι ποιεῖν ἢ βλαβερὸν τὸν θεόν. τί οὖν; «τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ μεγίστου ἐμοὶ ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; «μὴ γένοιτο». ὅτι μὴ ἡ ἐντολὴ τοῦ θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ καὶ ἐναπομάξασθαι κῆρας ὀλέθρου αἰτία, ἀλλ' ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ «καθ' ὑπερβολὴν» ὁ εὑρετὴς καὶ τέκτων τῆς ἁμαρτίας «ἁμαρτωλός» καὶ διορισθῇ ἀπὸ τοῦ καλοῦ ὁ τἀναντία τῆς ἐντολῆς τοῦ θεοῦ κακῶς ἐπιτροπεύσας. «οἴδαμεν γὰρ ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον· ἐγὼ δὲ σάρκινος ὢν καὶ ἐν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵν' ἐπ' ἐμοὶ τὸ ἑλέσθαι ὃ βούλομαι ᾖ «τέθεικα» γάρ φησι «πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον», νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου οἷον τῆς ἐντολῆς, ὑπακοῦσαι δὲ τοῦ ὑλικοῦ οἷον τοῦ ὄφεως τῆς συμβουλίας, πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ ἁμαρτίαν, τῷ διαβόλῳ. ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ἐν τῇ σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ. διὸ καί «οὐ 2.490 γινώσκω ὃ κατεργάζομαι», λογιζόμενος ὃ μὴ θέλω· τὸ γὰρ ὃ κατεργάζομαι οὐ γινώσκω, καὶ «ποιῶ ὃ μισῶ» λεγόμενον οὐκ ἐπὶ τοῦ τελεσιουργῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ' ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι, λογισμῶν ἀνοικείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόντων ἡμᾶς πρὸς ἃ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης. 57. Οὐ γὰρ ἐφ' ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκιμὴν ἡμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα. ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾧ ἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾧ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἃ ἐνθυμούμεθα ἔσθ' ὅτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινώσκοντες αἰτίας; ἃ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν. ὀρθῶς ἄρα «ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω» ἔλεγεν, «οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ». θέλομεν γὰρ τὰ μὴ προσήκοντα καὶ ἃ μὴ θέμις μηδ' ἐνθυμεῖσθαι, ἐπειδὴ τοῦτο ἀγαθὸν τέλειον, μὴ μόνον τοῦ ποιῆσαι αὐτὸ ἐγκρατεύεσθαι, ἀλλὰ καὶ τοῦ ἐνθυμηθῆναι. καὶ ὃ θέλομεν, τοῦτο ἀγαθὸν οὐ γίγνεται, ἀλλ' ὃ οὐ θέλομεν, πονηρόν. ἐπιφοιτῶσι γὰρ ἐπὶ τὴν καρδίαν 2.491 ἡμῶν καὶ ἐπιβαίνουσιν καὶ μὴ βουλομένων ἡμῶν πολλάκις μυρία τε περὶ μυρίων ἐνθυμήματα, περιεργίας ἡμᾶς καὶ φιλοπραγμοσύνης ἀλόγου πιμπλάντα. διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμεῖσθαι παράκειται, τὸ δὲ κατεργάζεσθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ καὶ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν, οὔ, ὅτι μὴ κεῖται τοῦτο ἐφ' ἡμῖν, ὡς ἔφην, ἀλλὰ τὸ χρήσασθαι μόνον αὐτοῖς πως ἢ μὴ χρήσασθαι. ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ «οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν»· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο ἀγαθὸν πανάμωμον, κατὰ τὸ λεγόμενον «ἄνευ ψόγου τετυγμένον χερσί τε καὶ νόῳ τετράγωνον». καὶ τοῦτο μέν «ὃ θέλω ἀγαθὸν οὐ ποιῶ, ὃ δὲ μὴ θέλω κακὸν πράσσω»· οὐ