331
ἁρπασθῇς, ὦ ψυχή, πρὸς αὐτῶν, καὶ οὐχ ἕξομεν ὑπὲρ σοῦ δοῦναι λύτρα. «τί γὰρ ἀντικατάλλαγμα δώσει, φησίν, ἄνθρωπος τῆς ψυχῆς αὐτοῦ»; καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, καὶ ὃ θέλομεν οὐ δυνάμεθα θέλομεν δὲ μὴ ἔχειν τοὺς ἐξέλκοντας ἡμᾶς εἰς πάθη-ἦν γὰρ ἀνιδρωτὶ σωθῆναι-καὶ ὃ θέλομεν τοῦτο οὐ γίγνεται, ἀλλ' ὃ οὐ θέλομεν δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι, ὡς ἔφην, μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, «ἀλλὰ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ» ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν «ἐνδυσώμεθα τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου», «λογισμούς τε καθαιρεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ»· «ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα». τούτου δὲ ἕνεκα ταῦτα λέγω, ὅτι οὗτος ὁ τρόπος τοῦ ἀποστόλου τῶν συνταγμάτων. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν ἐν τῇ ἐπιστολῇ ταύτῃ εἰρημένων ἀποδεῖξαι, ὡς ὀρθοδόξως καὶ μεμε2.495 λετημένως ἔχει· ἀλλὰ μακρὸν ἂν εἴη ἕκαστον αὐτῶν οὕτως διελθεῖν. τὸν γὰρ τύπον αὐτοῦ δεῖξαι μόνον καὶ τὴν βούλησιν προῄρημαι νῦν. «οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ τοῦ θεοῦ ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν», ὀρθῶς λέγων. μέμνησθε γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὡριζόμεθα· εἰ καὶ σπεύδων ἐγὼ ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνω, μακροτέρας μοι τῶν λόγων τῆς περιόδου ἢ προσεδόκησα γεγενημένης, ἣν προθυμητέον δὴ διανῦσαι. ἄλλως γὰρ τοῦ προκειμένου οὔποτε ἥξομεν ἐπὶ τέλος. 60. Οὐκοῦν ἐλέγομεν· ἀφ' οὗ τὸν ἄνθρωπον, εἰ μνημονεύετε, πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ἡμᾶς ὄφις, βραχυπορησάντων ἡμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον. διὸ καὶ τὸν θάνατον ὁ θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ. ὅθεν ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα καὶ κλῶνες οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται. δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη, 2.496 τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν. ὅθεν τῇ μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν «συνηδόμεθα» τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος, τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· ὁ γὰρ νόμος «ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ», οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός. 61. Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον