333
οὐ δοκήσει ἦν ὃ ἐφάνη, ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν «εἰς τὸ» μηκέτι «καρποφορῆσαι» ἐν τῇ σαρκὶ τὸ δικαίωμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός. Ἃ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ Θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ἡμῖν πρὸς τὴν διέξοδον εὕρωμεν τοῦ λόγου. ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾴδια πρὸς καθαίρεσιν τὰ ἑξῆς. διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν ὁρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν. ΕΩΣ Ω∆Ε ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟ∆ΙΟΥ. 2.500 63. Ταῦτα μέν ἐστιν ἃ ἀπὸ μέρους καθ' εἱρμὸν ἐκ τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εὐβουλίου, περὶ τοῦ προειρημένου Ὠριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν * τῆς τῶν ἀνθρώπων ζωῆς δι' ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας. πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως ἀκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς ἀληθείας ἀγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἕτερα. ἀλλ' ἐπειδὴ ἐπηγγειλάμεθα καθ' ἑκάστην αἵρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν οὐ γάρ εἰσιν ὀλίγαι, ἕως ὧδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν. ὀλίγα δὲ καὶ αὐτοὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ' αὐτοῦ ἀγῶνα, τῷ θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλησίαν τῇ ἰδίᾳ αὐτοῦ φιλανθρωπίᾳ πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν. Φάσκεις, ὦ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων· μὴ ἄρα βυρσοδέψης ἦν ὁ θεός, ἵνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Ἀδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ δὲ καὶ ἐτύθη ζῷα, * οὐκ ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα 2.501 σῶμα. καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπιπνοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἀνθρωπότητι ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς διανοίας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοίαις παραφθείροντος. ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὦ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα. εἰ γάρ ἐστιν ἀληθές, ὃ περὶ σοῦ ᾄδεται, ὅτι ἑξακισχιλίους βίβλους συνεγράψω, ὦ ματαιόπονε, καὶ τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας φρούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγκαίων πταίσας δι' ὧν παρεχάραξας τὴν ἀνάστασιν, ἀνέλπιστον 2.502 τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω. εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ καὶ ἡ αὐτὴ κοινωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς κληρονομίας ἐλπίδα, ἥτις κατὰ σὲ οὐ γενήσεται. ἄρα ἡ πίστις ἡμῶν κενή, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἁγίου ἀποστολικὸν καὶ ἀληθῆ λόγον. ἀνάστασιν δὲ