334
παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δόκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύναται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης; ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὅτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνάστασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γραφῶν κηρυττομένη ἀνάστασις. εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν ἀνάστασίς ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων. εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα. Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ' αὐτὸ ψυχικὸν αὐτὸ πνευματικόν, *. ὅτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματα ἔχομεν ψυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους. ὅτε δὲ ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ἡ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, ἀπ' ἐντεῦθεν ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου «εἰ ζῶμεν πνεύματι, πνεύ2.503 ματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ζήσομεν». οὐκέτι γὰρ γάμοι, οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι, ἀλλ', ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοί εἰσιν. 64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ σώματος. εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σὺν σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὢν πνευματικῷ. ἀλλὰ καὶ περὶ τοῦ Ἠλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ ἔστιν ἔτι ἐν σαρκί, σαρκὶ δὲ πνευματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, ὡς ὅτε ἐν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεσθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἧς ἐστι χορηγὸς ὁ τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν. Καὶ ὁρᾷς ὅτι αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ὁ κύριος ἡμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ' αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων, ὅπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν. τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἐσταυ2.504 ρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογῆσαι αὐτὸ τὸ ἐσταυρωμένον. ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ «μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός». ἔδειξε γὰρ τύπον ἥλων καὶ τύπον λόγχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν. ἠδύνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ' οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ σέ, ὦ θεήλατε. ἄρα οὖν ἦν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριήμερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάσει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι «ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει, ὡς ὁρᾶτέ με ἔχοντα». πῶς οὖν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ' ἵνα δείξῃ ὅτι σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ