335
ἐνανθρωπήσει, αὐτὸ ὂν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ' εἰς ἀεὶ διαμένον, μηκέτι ἀποθνῇσκον. «ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων»· ἀναστὰς δὲ «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». 65. Ἵνα δὲ γνῷς καὶ τοῦτο, δι' ἣν αἰτίαν «ἀπαρχὴ τῶν κεκοιμημένων» λέγεται ὁ Χριστός-καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου ἀνίστασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι' αὐτοῦ Λάζαρος καὶ ὁ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ἠλία καὶ διὰ Ἐλισσαίου. ἀλλ' ἐπειδὴ ἐκεῖνοι πάντες ἀναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων. ἀναστὰς γὰρ «οὐκέτι ἀποθνῄσκει», ὡς † ἡ μέλλουσα ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπίας. εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὅλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, φαίνεται ὅλη ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, 2.505 καὶ μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· «οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἅιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ «τὸν ὅσιον», ἵνα δείξῃ τὸ ὅσιον σῶμα τὸ μὴ ἑωρακὸς διαφθοράν, ἀλλὰ ἀναστὰν ἄφθορον τὸ τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα. Σὺ δὲ φάσκεις, ὦ οὗτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ ἀπ' ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομύθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέντα σοὶ κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων. «ὁ γὰρ ψυχικὸς ἄνθρωπος» φησίν «οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὅτι πνευματικῶς ἀνακρίνεται». εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὅτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· «ἐπέβαλε» γάρ φησιν «ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ». πλευρὰ δὲ οὐδὲν ἕτερον τυγχάνει ἀλλὰ ὀστέον. ᾠκοδόμησε γὰρ «σάρκα ἀντ' αὐτῆς». σαρκὸς δὲ ὀνομαζομένης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις; καὶ ἀνωτέρω φησί «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». «καὶ ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον». ὁ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἕτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα «καὶ ἀναστὰς Ἀδὰμ ἀπὸ τοῦ ὕπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου». οὔπω δὲ χιτῶνες δερμάτινοι, 2.506 οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν. ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτι σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Ἀδὰμ καὶ ἡ Εὔα. «καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν», ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν ἐν παρακοῇ, «καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ». καὶ ὁ θεός φησι τῷ Ἀδάμ «ποῦ εἶ»; ὁ δὲ ἐλεγχόμενος ἀποκρίνεται «τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι». γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα; τὰ δὲ φύλλα τῆς συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἢ τὸ σῶμα; «καὶ τίς σοι εἶπε» φησίν «ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοὶ τούτου μόνου μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἔφαγες»; καί φησιν «ἡ γυνὴ ἣν ἔδωκάς μοι ἔδωκέν μοι, καὶ ἔφαγον». πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλὰ ἀπὸ τῆς πλευρᾶς τουτέστιν ἀπὸ τοῦ σώματος, πρὶν ἢ τοὺς χιτῶνας αὐτοῖς δοθῆναι; καὶ τῇ γυναικί φησι «τί ὅτι τοῦτο ἐποίησας»; ἡ δὲ εἶπεν «ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον καὶ ἔδωκα καὶ τῷ ἀνδρί μου». ὁ δὲ θεὸς τῷ ὄφει ἐπιφέρει τὴν κατάραν καὶ τῇ γυναικὶ τὴν