336
ὀδύνην καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον. καὶ μετὰ ταῦτα λέγει «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα». καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὅτι «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν»· ἐλεγκτικῶς γάρ, τὴν οἴησιν τοῦ Ἀδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· ἐπιθυμήσας γὰρ Ἀδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε. τὸ δέ «ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα» οὐ φθονῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι' ἑαυτοῦ, ἵνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές· ἀλλ' ὡς ἄριστος 2.507 κεραμεὺς τὸ βλαβὲν δι' ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γῆν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασιλείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν τῆς κρίσεως τὴν τιμωρίαν. οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ δεκτῷ δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ' αὐτοῦ. ἀλλ' ἐρεῖς δι' ἐναντίας· πῶς οὖν πληροῦται τό «ἐν ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», εἴπερ εἶχε φαγεῖν ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό «θανάτῳ ἀποθανεῖσθε». πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί «ὁ θεὸς ὁ εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ αὐτοῦ προστάγματος ὅτι ἀπατηθεὶς ἤσθιεν ἀπ' αὐτοῦ, ὥρισε τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ' αὐτοῦ παράβασιν γενέσθαι.» ἐν τούτῳ γὰρ πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι «καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν λέγων· ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα». ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἀπ' ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ». ἦν δὲ καὶ τὸ ξύλον τῆς ζωῆς ἓν ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου τῶν πρὸ ὀφθαλμῶν τοῦ Ἀδάμ. μόνου δὲ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν ἀγαθοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Ἀδὰμ ἄπληστος διάνοια ἀκέραιος οὖσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπατηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο. ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι' ἑαυτοῦ ὁ Ἀδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα ἐν ἐλαττώματι, ἀλλ' ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἴδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι' ἑαυτοῦ ηὐδόκησε μεταβαλεῖν, ἵνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἰδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν 2.508 τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν. ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον. * * καὶ μεθ' ἕτερα «καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίνους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου». καὶ ὁρᾷς ὅτι μάταιος ἡ παρὰ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ἦσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ. 66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοούμενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων, λέγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην ἔχει τὴν θαυματουργίαν καὶ ἔκπληξιν; πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη ἥλιος καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου ὕλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; ἀπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη; πόθεν ἡ σύστασις ὅλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων