337
θεῷ πορισθεῖσα; πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν; πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλίνην ῥάβδον εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἕρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι; οὕτω καὶ τότε ἠθέλησεν ὁ θεός, ὦ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζῴων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἅμα τε θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ' ἀρχῆς ἅμα ἠθέλησε καὶ οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω. καὶ τοῖς μὲν βουλομένοις * τὸ ζῆν σύντομος ἡ σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς 2.509 δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθα. διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, «κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος κωφῆς καὶ τὰ ὦτα βυούσης, τοῦ μὴ καταδέξασθαι φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ» κατὰ τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ ὀλίγως, κἄν τε οὐ διὰ πλάτους ὁ λόγος εἰρημένος ἐνταῦθά μοι κεῖται. 67. Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάσεώς σου ἐκ τοῦ πρώτου ψαλμοῦ λόγον. ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ σὸν φρόνημα ὑποβαλλόμενος, ὦ ματαιοπόνε, καὶ εἴπῃς, ὅτι τινὲς τῶν ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως, καὶ ὕστερον δείξῃς τοὺς αὐτοὺς ἁπλουστέρους πάλιν ἐρωτωμένους ὑπὸ σοῦ ὅτι ποίου σώματος ἔσται ἡ ἀνάστασις καὶ ὡς ἀντεπαπορήσεις διὰ σεαυτοῦ ἐκ προσώπου τῶν ἁπλουστέρων κατὰ σὲ λεγομένων * καὶ γὰρ τοῦτο ἀνάγκη σαφῶς λέγειν, ἀγαθοὺς ἀποκαλεῖν τοὺς ἁπλουστέρους παρὰ σοὶ λεγομένους· οὐ γὰρ διὰ σεαυτοῦ ὁ λόγος οὐδὲ τῷ λόγῳ σου ἡ χάρις, ἀλλὰ τῇ ἀληθείᾳ τῇ ἀναγκαζούσῃ σε λέγειν τῶν δούλων τοῦ θεοῦ βελτιότητός τε καὶ ἀγαθότητος τεκμήρια. καὶ γὰρ καὶ ὁ ἐκτὸς λόγος λέγει «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας». ἁπλοῦς δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμφέρεται ἐν πολλοῖς τόποις, ὡς τῷ «γίνεσθε ἀκέραιοι ὡς περιστεραί» καὶ τῷ «ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν», τουτέστι τῶν ἁπλουστάτων. ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώματος οὗ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὅλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὅτι ὅλου τοῦ σώματος. σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς φλυαρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἵματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου 2.510 τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μεθόδιος. ἀλλὰ καὶ ἀφ' ἡμῶν τῶν σμικρῶν ὀλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται, τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν. τὸ γὰρ ἱμάτιόν ἐστιν ὅλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε τινὸς αὐτῷ προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ' αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον· ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς ἀκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἕνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ' ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον. ἕτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ' αὐτῶν δὲ ὧν ἔφης