339
ἀποστόλῳ. καὶ ὁ μὲν εἷς τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὅπερ ἐστὶ πρωτότυπον τῆς ἡμῶν ἀναστάσεως. τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ σωτὴρ τὰ πάντα ἡμῖν εἰς παράστασιν βεβαίως εἰργάσατο. εὐθὺς γὰρ ἔλεγε περὶ τοῦ κόκκου καὶ ἤγειρε τὸν κόκκον, ἵνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀναστάσεως ἐν ἀληθείᾳ. ἀπὸ τούτου διαδεξάμενος ὁ ἀπόστολος, πνεύματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν καὶ τὴν ἐλπίδα τῆς ἀπολαύσεως τῶν ἀγαθῶν δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου, κατὰ τῶν ἀπίστων ἐπικηρυκευόμενος· «ἀλλὰ ἐρεῖς μοι, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται»; καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα «ἄφρων». ὁ γὰρ ὅλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ 2.513 ἀσύνετος. εἶτά φησιν «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἢ τῶν ἄλλων σπερμάτων, καὶ οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα». καὶ ὁρᾷς ὅτι οὐκ ἀλλάσσεται τὸ σῶμα. οὐδεὶς γὰρ σπείρας κριθὰς ζητεῖ σῖτον οὐδὲ μελάνθιόν τις ἔσπειρε καὶ εὗρε κριθήν. ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον. ἐὰν δὲ καὶ καταλειφθῇ τι ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα. ὧδε μὲν ἐν τούτῳ τῷ φθαρτῷ σίτῳ καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ τὸ μὲν καταλειφθὲν ἄχρηστον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον. ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ θεοῦ καραδοκούντων. τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. ποῦ δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι καὶ βάσεις καὶ κάλαμοι καὶ αἱ γονατίδες καὶ αἱ τοσαῦται σύριγγες καὶ κεφαλίδες καὶ θῆκαι καὶ ἀνθέρικες καὶ κόκκοι πολυπλασιάζοντες; 69. Ἵνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ, υἱῷ τοῦ Ἀμράμ, τὸ νύξαι πέτραν ἐν ῥάβδῳ καὶ προσενεγκεῖν ὕδωρ ἐξ ἀπόρου ὕλης, τὸ ξηρὸν εἰς ὑγρὸν μεταβαλεῖν; τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς ὁδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι θεοῦ; τὸ ποταμὸν εἰς αἷμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον; τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ χάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη; τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι' αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ; τὸ 2.514 ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριάδων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι τὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ; τὸ τὴν χεῖρα σαρκίνην οὖσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὑποδοχὴν τῶν περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρὼν καὶ Αὐνᾶν; τὸ ἐπὶ τέλους ἀκοῦσαι «ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα»; τὸ μὴ γινώσκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; σημαίνοντος τοῦ θείου γράμματος ὡς ὑπὸ ἀνθρώπων τὸ σῶμα Μωυσέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων· καὶ πάντα ταῦτα ἔτι ὄντος αὐτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. λαβόντες δὲ ἀπ' ἐντεῦθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὅτε πληροῦται τὸ εἰρημένον «σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει». πῶς γὰρ οὐκ